1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

97

τροφῆς τὴν χάριν αἰτεῖς· ἐκεῖνος δὲ ὑπὲρ μυρίων ἀναισχυντῶν πραγμάτων, ὑπὲρ πλεονεξίας. Ὥστε οἱ πλούσιοί εἰσιν οἱ πολλῶν δεόμενοι. Τί λέγω πολλῶν; καὶ ἀναξίων ἑαυτῶν πολλάκις· οἷόν τι λέγω· Τῶν ἐν ταῖς τάξεσι στρατιωτῶν καὶ δούλων ὄντων πολλάκις ἐν χρείᾳ καθίστανται. Ὁ δὲ πένης οὐδὲ αὐτοῦ δεῖται τοῦ βασιλέως, κἂν δεηθῇ, θαυμάζεται ὅτι εἰς τοῦτο κατέστησεν ἑαυτὸν, παρὸν αὐτῷ πλουτεῖν· μηδεὶς τοίνυν αἰτιάσθω τὴν πενίαν, ὡς μυρίων οὖσαν κακῶν αἰτίαν, μηδὲ ἀντιφθεγγέσθω τῷ Χριστῷ, ὃς τελειότητα ταύτην ἔφησεν εἶναι τῆς ἀρετῆς, εἰπών· Εἰ θέ 63.138 λεις τέλειος εἶναι· τοῦτο γὰρ καὶ διὰ τῶν λόγων αὐτὸς εἶπε, καὶ διὰ τῶν ἔργων ἔδειξε, καὶ διὰ τῶν μαθητῶν ἐδίδαξε. ∆ιώξωμεν οὖν τὴν πενίαν· μέγιστον γάρ ἐστιν ἀγαθὸν αὕτη τοῖς νήφουσι. Τάχα τινὲς καὶ οἰωνίζονται τῶν ἀκουόντων. Οὐκ ἀπιστῶ· πολλὴ ἡ νόσος αὕτη παρὰ τοῖς πλείοσι τῶν ἀνθρώπων, καὶ τοσαύτη τῶν χρημάτων ἡ τυραννὶς, ὡς μηδὲ μέχρι ῥημάτων αὐτῆς τὴν παραίτησιν φέρειν, ἀλλὰ καὶ οἰωνίζεσθαι ταύτην. Πόῤῥω ταῦτα τῆς τοῦ Χριστιανοῦ ψυχῆς· οὐδὲν γὰρ πλουσιώτερον τοῦ πενίαν αἱρουμένου ἑκοντὶ καὶ μετὰ προθυμίας. Πῶς, ἐγὼ λέγω· καὶ, εἰ βούλεσθε, καὶ αὐτοῦ τοῦ βασιλέως πλουσιώτερον ὄντα ἀποφαίνω τὸν ἑκοντὶ τὴν πενίαν αἱρούμενον. Ἐκεῖνος μὲν γὰρ δεῖται πολλῶν, καὶ ἐν φροντίδι ἐστὶ, καὶ δέδοικε μὴ ἐπιλίπῃ αὐτῷ τὰ τῆς τροφῆς τῆς στρατιωτικῆς· οὗτος δὲ πάντα ἀφθόνως ἔχει, καὶ περὶ οὐδενὸς, δέδοικε, καὶ εἰ δέδοικεν, οὐχ ὑπὲρ τοσούτων. Τίς οὖν, εἰπέ μοι, πλούσιος, ὁ καθ' ἑκάστην ἡμέραν ἀπαιτῶν, καὶ σπουδάζων πολλὰ συλλέγειν, καὶ δεδοικὼς μήποτε ἐπιλίπῃ· ἢ ὁ μηδὲν συλλέγων, καὶ ἐν ἀφθονίᾳ ὢν πολλῇ καὶ μηδενὸς δεόμενος; τὴν παῤῥησίαν γὰρ ἀρετὴ δίδωσι καὶ τοῦ Θεοῦ φόβος, οὐ τὰ χρήματα· ἐκεῖνα γὰρ καὶ καταδουλοῦνται· Ξένια γὰρ καὶ δῶρα, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. Σκόπει πῶς ὁ πένης ἐκεῖνος Πέτρος Ἀνανίαν τὸν πλούσιον ἐκόλασεν· οὐχ ὁ μὲν πλούσιος ἦν, ὁ δὲ πένης; ἀλλ' ὅρα τοῦτον μὲν μετὰ αὐθεντίας διαλεγόμενον, καὶ λέγοντα, Εἰπέ μοι, Εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἐκεῖνον δὲ μετὰ ὑποστολῆς λέγοντα, Ναὶ, τοσούτου. Καὶ τίς δώσει μοι, φησὶ, κατὰ Πέτρον εἶναι; Ἔξεστί σοι κατὰ Πέτρον εἶναι, ἐὰν θέλῃς ῥῖψαι ἃ ἔχεις· σκόρπισον, δὸς πένησιν, ἀκολούθησον τῷ Χριστῷ, καὶ ἔσῃ τοιοῦτος. Πῶς; ἐκεῖνος, φησὶ, σημεῖα ἐποίησε. Τοῦτο οὖν ἐστιν, εἰπέ μοι, τὸ τὸν Πέτρον ποιῆσαν θαυμαστὸν, ἢ ἡ παῤῥησία ἡ ἀπὸ τῆς πολιτείας; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει. Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἄκουσον τί καὶ ὁ Πέτρος φησίν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Εἴ τις ἔχει ἀργύριον καὶ χρυσίον, ἐκεῖνα οὐκ ἔχει. Τί οὖν, φησὶν, ὅτι πολλοὶ οὔτε ἐκεῖνα, οὔτε ταῦτα ἔχουσιν; Ὅτι οὐχ ἑκόντες πένονται· ἐπεὶ οἱ ἑκόντες πενόμενοι πάντα ἔχουσι τὰ ἀγαθά. Εἰ γὰρ καὶ μὴ νεκροὺς ἀνιστῶσι, μηδὲ χωλοὺς, ἀλλ' ὃ πάντων μεῖζόν ἐστι, παῤῥησίαν ἔχουσι πρὸς τὸν Θεόν· ἀκούσονται κατ' ἐκείνην τὴν ἡμέραν τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου. Τί τούτου κρεῖττον; Κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ἀσθενὴς ἤμην, καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Φεύγωμεν τοίνυν τὴν πλεονεξίαν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν· τρέφωμεν τοὺς πένητας, ἵνα τρέφωμεν τὸν Χριστὸν, ἵνα συγκληρονόμοι αὐτοῦ γενώμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.