1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

106

ἔχειν ἀντίληψιν. Οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα ἐχαίρετε. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε· καὶ αὐτοὺς φέρει εἰς μέσον τοὺς ἀποστόλους. Οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσι. Τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν. Οὐκ εἶπε, Φέρετε τὰς θλίψεις τὰς ἐμὰς, κοινωνεῖτέ μοι, ἀλλ' ἁπλῶς, Τοῖς δεσμίοις συνεπαθήσατε. Ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι καὶ τῶν ἄλλων τῶν δεδεμένων; Οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ' ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε· ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Βαβαὶ, πόση πληροφορία πίστεως! Εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς τοὺς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως. Τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε· ἤδη γὰρ τὸν οὐ φαινόμενον ὡς φαινόμενον ἑωρᾶτε· ὅπερ εἰλικρινοῦς πίστεως ἦν· καὶ δι' αὐτῶν τῶν ἔργων αὐτὴν ἐπεδείξασθε. Τὸ μὲν οὖν ἁρπαγῆναι, ἴσως τῆς βίας ἦν τῶν ἁρπαζόντων, καὶ οὐδεὶς ἂν ἠδύνατο κωλῦσαι· ὥστε οὐδέπω τοῦτο δῆλον, ὅτι διὰ τὴν πίστιν τὴν ἁρπαγὴν ὑπεμείνατε. Καίτοι γε καὶ τοῦτο δῆλον· ἐνῆν γὰρ, εἴπερ ἐβούλεσθε, μὴ ἁρπαγῆναι μὴ πιστεύσαντας· ἀλλ' ὃ πολλῷ τούτου μεῖζόν ἐστιν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν· ὅπερ ἦν ὅλον ἀποστολικὸν, καὶ τῶν γενναίων ἐκείνων ἄξιον ψυχῶν, οἳ μαστιχθέντες ἔχαιρον. Ὑπέστρεψαν γὰρ, φησὶν, ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ὁ δὲ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα. Καὶ τὸ, Προσεδέξασθε, τὴν ἑκούσιον αὐτῶν ὑπομονὴν δηλοῖ. Πῶς οὖν εἵλεσθε καὶ κατεδέξασθε; Γινώσκοντες, φησὶν, ἔχειν ἑαυ 63.150 τοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Τί ἐστι, Μένουσαν; βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην. βʹ. Εἶτα ἐπαινέσας αὐτοὺς, φησί· Μὴ οὖν ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Τί λέγεις; Οὐκ εἶπεν, ὅτι Ἀπεβάλετε τὴν παῤῥησίαν ὑμῶν, καὶ ἀνακτήσασθε, ἵνα μὴ ἀπαγορεύσωσιν· ἀλλ', ὅτι Ἔχετε αὐτὴν, μὴ ἀποβάλητε· ὃ μᾶλλον αὐτοὺς ἐψυχαγώγει, καὶ ἐποίει ῥωσθῆναι. Ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος, τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτω. Γαλάταις δὲ τὸ ἐναντίον γράφει· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ εἰκότως. Ἐκεῖνοι μὲν γὰρ ὑπτιώτερον διέκειντο, ὅθεν αὐτοῖς ἔδει πληκτικωτέρου λόγου· οὗτοι δὲ μικροψυχότερον, ὅθεν θεραπευτικωτέρου μᾶλλον ἐδέοντο. Μὴ ἀποβάλητε οὖν, φησὶ, τὴν παῤῥησίαν ὑμῶν. Ὥστε ἐν παῤῥησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν. Ἥτις ἔχει, φησὶ, μισθαποδοσίαν μεγάλην. Τί ἐστι τοῦτο; Τότε αὐτὰ ληψόμεθα, φησίν. Οὐκοῦν, εἰ κατὰ τὸ μέλλον ἀπόκειται, οὐ δεῖ ἐνταῦθα ζητεῖν. Εἶτα, ἵνα μή τις εἴπῃ, Ἰδοὺ τὰ παρ' ἡμῶν πάντα ὑπῆρκται, διὰ τοῦτο προέλαβεν αὐτοὺς καὶ τῇ αὐτῶν ὑπολήψει· μονονουχὶ τοῦτο λέγων· Εἰ ἐν οὐρανοῖς γινώσκετε ἔχειν ὕπαρξιν κρείσσονα, μηδὲν ἐνταῦθα ζητεῖτε· ὑπομονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρισθέν. Οὐδενὸς ὑμῖν ἑτέρου δεῖ, ἀλλ' ἢ ὥστε στῆναι, ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ὑπομονῆς γὰρ ἔχετε, φησὶ, χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἄρα ἑνὸς ὑμῖν δεῖ μόνου, ἵνα ἀναμείνητε τὴν μέλλησιν, οὐχ ἵνα ἀθλήσητε πάλιν. Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσμοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑμῶν ἡρπάγη· τί οὖν; Πρὸς τὸ στεφανωθῆναι ἑστήκατε λοιπόν· τοῦτο μόνον φέρετε, τὴν μέλλησιν τοῦ στεφάνου. Ὢ μέγεθος παρακλήσεως! Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν πάντας καταβαλόντα, καὶ