1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

107

μηδένα ἔχοντα ἀνταγωνιστὴν, εἶτα μέλλοντα στεφανοῦσθαι, καὶ οὐ φέροντα τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον· ἐκεῖνος δὲ ἀκαρτερήτως ἔχων, θέλοι ἐξελθεῖν καὶ φυγεῖν, ὡς μὴ φέρων τὸ δίψος καὶ τὸν φλογμόν. Τοῦτο τοίνυν αὐτὸς αἰνιττόμενος, τί φησιν; Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἵνα γὰρ μὴ λέγωσι, Καὶ πότε ἥξει; ἀπὸ τῶν Γραφῶν αὐτοὺς παρακαλεῖ· καὶ γὰρ τὸ, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὅταν λέγῃ ἀλλαχοῦ, παραμυθεῖται αὐτοὺς, ὡς ὀλίγου ὄντος τοῦ λειπομένου χρόνου. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλ' ἀπὸ τῶν Γραφῶν. Εἰ δὲ ἐξ ἐκείνου ἐλέγετο, Μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· δῆλον ὅτι νῦν ἐγγύτερός ἐστιν. Ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη ἡ παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατωρθωκότας, καὶ διὰ μικρᾶς ῥᾳθυμίας ἀπολλύντας αὐτό. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ἔστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις πραγ 63.151 μάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Βαβαί! οἵᾳ λέξει ἐχρήσατο εἰπὼν, Ἔλεγχος οὐ βλεπομένων· ἔλεγχος γὰρ λέγεται ἐπὶ τῶν λίαν δήλων. Ἡ πίστις τοίνυν ἐστὶν ὄψις τῶν ἀδήλων, φησὶ, καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα. Οὔτε οὖν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαι ἔστιν, οὔτε πάλιν, εἰ μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηταί τις, πίστις εἶναι δύναται. Ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται· μᾶλλον δὲ, οὐ χαρίζεται, ἀλλ' αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον, ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδέ ἐστιν ἐν ὑποστάσει, ἀλλ' ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρᾳ ψυχῇ. Τοῦτό ἐστιν ὑπόστασις πραγμάτων ἐλπιζομένων. Εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τί δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως καὶ τοῦ δίκαιοι εἶναι, εἴ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται; Ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. Ἐκάμετε, φησὶν, ἠθλήσατε· κἀγὼ τοῦτό φημι· ἀλλὰ ἀναμείνατε· τοῦτο γάρ ἐστι πίστις· μὴ ἐνταῦθα ζητεῖτε τὸ πᾶν. γʹ. Ταῦτα εἴρηται μὲν πρὸς Ἑβραίους, κοινὴ δέ ἐστι παραίνεσις καὶ πρὸς πολλοὺς τῶν ἐνταῦθα συνειλεγμένων. Πῶς καὶ τίνι τρόπῳ; Πρὸς τοὺς ὀλιγοψύχους, πρὸς τοὺς μικροψύχους. Ὅταν γὰρ ἴδωσι πονηροὺς εὐπραγοῦντας, ἑαυτοὺς δὲ δυσπραγοῦντας, ἀλύουσι, δυσανασχετοῦσιν· ὅταν ποθῶσιν ἐκείνων τὴν κόλασιν καὶ τὴν ἐκδικίαν, [ἢ] ὅταν τῶν οἰκείων πόνων τοὺς μισθοὺς ἐκδέχωνται. Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, εἶπε τότε ὁ Παῦλος. Καὶ ἡμεῖς τοίνυν πρὸς τοὺς ῥᾳθύμους ταῦτα λέγωμεν· Πάντως ἔσται κόλασις, πάντως ἥξει, ἐπὶ θύραις λοιπὸν τὰ τῆς ἀναστάσεως. Πόθεν δῆλον, φησίν; Οὐ λέγω ἀπὸ προφητῶν· οὔτε γὰρ πρὸς Χριστιανοὺς μόνον μοι νῦν ὁ λόγος, ἀλλὰ κἂν Ἕλλην ᾖ, θαῤῥῶ πάνυ, καὶ τὰς ἀποδείξεις παρέχω, καὶ διδάξω αὐτόν· καὶ πῶς, ἄκουε· Πολλὰ προεῖπεν ὁ Χριστός. Εἰ μὴ ἐξέβη ἐκεῖνα, μηδὲ τούτοις πιστεύσῃς· εἰ δὲ πάντα ἐξέβη, τί περὶ τῶν λειπομένων ἀμφιβάλλεις; Καίτοι πολὺ ἀπίθανον ἦν, μηδενὸς ἐκβάντος, περὶ ἐκείνων πιστεύειν· ἢ ὅτε πάντα ἐξέβη, τούτοις ἀπιστεῖν. Μᾶλλον δὲ ἐπὶ ὑποδείγματος ποιήσω τὸ πρᾶγμα φανερόν. Εἶπεν, ὁ Χριστὸς ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ ἁλώσεται ἅλωσιν οἵαν οὐδέποτε, καὶ ὅτι οὐκ ἔτι ἀναστήσεται· καὶ ἐξέβη εἰς ἔργον ἡ πρόῤῥησις. Εἶπεν ὅτι θλῖψις ἔσται μεγάλη, καὶ ἐξέβη. Εἶπεν ὅτι καθάπερ σίνηπι σπαρὲν, οὕτως ἐκταθήσεται τὸ κήρυγμα· καὶ τοῦτο ὁρῶμεν καθ' ἑκάστην ἡμέραν τὴν οἰκουμένην ἐπιτρέχον. Εἶπεν ὅτι οἱ καταλιπόντες πατέρα, ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἕξουσι καὶ πατέρας καὶ μητέρας· καὶ τοῦτο διὰ τῶν ἔργων ὁρῶμεν πληρούμενον. Εἶπεν, ὅτι Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον, τουτέστιν, Οὐδεὶς ὑμῶν περιέσται· καὶ τοῦτο διὰ τῶν πραγμάτων ὁρῶμεν ἐκβεβηκός. Εἶπεν ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας, 63.152 καὶ ταῦτα διωκομένης, καὶ ὅτι οὐδεὶς σβέσει