1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

118

ἥξει· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡ ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα πράγματα καὶ φοβερὰ, καὶ πεπάτηται. Ὁ ἀκούων, οὐδείς· οἱ δὲ γελῶντες καὶ χλευάζοντες, πάντες. Τίς ἔσται ἡμῖν πόρος; πόθεν σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν 63.165 ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων. δʹ. Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες, ἐν κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνήλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. ∆ότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ ἑδραῖοι τοῖς περιφερομένοις· μηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω, καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς παραστήκῃ, οὐδεὶς ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ· πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται. Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πῶς πλείονα τὰ ὄντα ποιήσει ἐσπούδακεν, οὐδεὶς πῶς βοηθήσει τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ· φόβος εἷς ἔχει πάντας, Μὴ πενιχροὶ, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα κατηγοριῶν, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόμην λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης βιάζομαι· σύγγνωτε· ὑπὸ τοῦ πένθους ἀναγκάζομαι πολλὰ καὶ ὧν οὐ βούλομαι φθέγξασθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινὰ, ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα 63.166 λέγοντες· Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι πατὴρ εἶναι μὴ δακρύων· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν τὴν πυρὰν αὐτὴν τῆς διανοίας ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ μήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν ὁρῶ προκοπὴν, πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέσκειν Θεῷ· ἀλλὰ, Τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν κακὰ, κρίνομεν ἑτέρους, οὐδὲ ὅτε καθαροί ἐσμεν ἁμαρτημάτων ὀφείλοντες τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει; φησί· τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁ δεῖνα πονηρός ἐστι, καὶ