1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

119

λυμεὼν, καὶ μοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ σαυτοῦ, καὶ μεταμελήσει σοι ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις. Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν· μόνον λάβωμεν ἔννοιάν ποτε, μεριμνήσωμεν τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· ἵνα τύχωμεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κ∆ʹ. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόν τες τὰς ἐπαγγελίας, ἀλλὰ

πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνη μόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. ∆ιὰ τοῦτο οὐκ ἐπαι σχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. αʹ. Ἡ πρώτη ἀρετὴ, καὶ ἡ πᾶσα ἀρετὴ τὸ ξένον εἶναι τοῦ κόσμου τούτου καὶ παρεπίδημον, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ ἐνταῦθα πράγματα, ἀλλὰ ἀπηρτῆσθαι αὐτῶν ὥσπερ ξένων, καθάπερ οἱ μακάριοι 63.166 μαθηταὶ ἐκεῖνοι, περὶ ὧν φησι· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐκεῖνοι μὲν οὖν ξένους ἔλεγον εἶναι ἑαυτούς· ὁ δὲ Παῦλος καὶ πολλῷ τι πλέον εἶπεν. Οὐ γὰρ ξένον ἑαυτὸν ἁπλῶς εἶπεν, ἀλλὰ νεκρὸν εἶπε τῷ κόσμῳ, καὶ τὸν κόσμον αὐτῷ νεκρόν. Ἐμοὶ γὰρ, φησὶν, ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἀλλ' ἡμεῖς ὡς καὶ πολῖται, καὶ σφόδρα ζῶντες ὡς πολῖται, οὕτω πάντα ἐνταῦθα πραγματευόμεθα· καὶ ὅπερ ἦσαν τῷ κόσμῳ οἱ δίκαιοι, ξένοι καὶ νεκροὶ, τοῦτο ἡμεῖς ἐσμεν τῷ οὐρανῷ· ὅπερ δὲ ἦσαν ἐκεῖνοι τῷ οὐρανῷ, ζῶντες καὶ πολιτευόμενοι, τοῦτο ἡμεῖς ἐσμεν τῷ κόσμῳ. ∆ιὰ τοῦτο τεθνήκαμεν, ὅτι τὴν 63.167 ὄντως ζωὴν ἠρνησάμεθα, καὶ τὴν πρόσκαιρον ταύτην εἱλόμεθα· διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι. Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόμενοι ὕπνῳ, οὐ μόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαμπρᾶς γενομένης ἡμέρας κεῖνται ἐπὶ κλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόμενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούμενοι ὕπνου καὶ νωθείας· οὕτω δὴ καὶ ἡμεῖς, τῆς ἡμέρας ἐγγιζούσης, τῆς νυκτὸς προκοπτούσης, μᾶλλον δὲ τῆς ἡμέρας· Ἐργάζεσθε γὰρ, φησὶν, ἕως ἐστὶν ἡμέρα· ἡμέρας οὔσης, τὰ τῆς νυκτὸς πράττομεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες· καὶ μεμύκασιν ἡμῖν οἱ τῆς διανοίας ὀφθαλμοὶ καὶ οἱ τοῦ σώματος, παραφθεγγόμεθα, παραλαλοῦμεν· κἂν βαθεῖαν ἡμᾶς πλήξῃ τις πληγὴν, οὐδὲ αἰσθανόμεθα, κἂν πᾶσαν ἡμῶν διαρπάσῃ τὴν οὐσίαν, κἂν αὐτὴν ἐμπρήσῃ τὴν οἰκίαν· μᾶλλον δὲ οὐδὲ ἀναμένομεν ἑτέρους τοῦτο ποιεῖν, ἀλλ' αὐτοὶ τοῦτο πράττομεν κεντοῦντες ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν καὶ πλήττοντες, ἀσχημόνως κείμενοι, καὶ γεγυμνωμένοι πάσης εὐδοξίας, πάσης τιμῆς, καὶ τὰ αἰσχρὰ ἡμῶν ἔργα οὔτε αὐτοὶ συγκαλύπτοντες, οὔτε ἑτέροις ἐπιτρέποντες τοῦτο ποιεῖν, ἀλλ' εἰς μέσην ἀσχημοσύνην τοῖς ὁρῶσι καὶ