1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

126

ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης. Καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοί· ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, Ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. ∆ιὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γινόμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω· ἐὰν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· καὶ γὰρ πλύνοντες ἐκεῖνον, καὶ ἡμεῖς τοῦ πλύνεσθαι ἄξιοι γινόμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ τὰ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Τί ἐστι, Κατὰ τὴν ἀξίαν αὐτῆς; Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς· εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, παρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον αὐτῷ συνεκρότησας; Οὐδαμῶς. ∆ιὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται· πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς, ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκίᾳ σου ὁ οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον, καὶ οὐ καταγνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος, τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν. γʹ. Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ 63.176 πρὸς τὸ πολλοστὸν μέρος τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ταῦτα ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιμπανόμενα· μᾶλλον δὲ οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; ∆ιατέμωμεν ὀψὲ γοῦν ποτε, παρακαλῶ, τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα. Μέχρι πότε κάτω κύπτομεν; μέχρι τίνος ἀλλήλοις ἐπιβουλεύομεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ, τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον, ἄρκτος ἄρκτον οὐκ ἀναιρεῖ ταχέως, οὐδὲ ὄφις ὄφιν ἀναιρεῖ, τὸ ὁμόφυλον αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, τῆς φύσεως τὴν ἰσχὺν, μυρία ἄλλα ἕτερα, τὸν συγγενῆ καὶ τῆς αὐτῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς, καὶ μυρίοις περιβάλλεις κακοῖς. Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, μηδὲ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ καὶ δουλείᾳ περιβάλλεις, ἀποδυσπετήσεσι καὶ ἁμαρτίαις ἑτέραις πολλαῖς. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, οὐχὶ φονᾷν ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι πρὸς τοῦτο προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν, ὡς μὴ μέλλοντας δώσειν δίκην. Ὁ ἀφαιρούμενος γὰρ, φησὶν, ἐμβίωσιν τὸν πλησίον αὐτοῦ καὶ ἄρτον, φονεύει αὐτόν. Κατάσχωμεν παρ' ἑαυτοῖς τὰς χεῖράς ποτε, παρακαλῶ, κατάσχωμεν· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλ' ἐκτείνωμεν αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην· μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐμπλήσας ἐδεσμάτων καὶ