1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

131

πρὸς τὸ καὶ πάλιν ἐπιστῆναι εἴρηκε. Φοβουμένου γὰρ ἦν μὴ ἅψασθαι τῆς προστασίας πάλιν, μηδὲ ἐγχειρῆσαι τῷ πράγματι· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν. Οὐ γὰρ εἶ 63.182 πεν ὅτι Ζητεῖ με, καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι. Ὥστε καὶ τὸ φυγεῖν πίστεως ἦν. Τί οὖν οὐκ ἔμεινε, φησίν; Ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν. Τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους, καὶ λέγειν, Ἴδω εἰ σώζει με ὁ Θεός. Τοῦτο καὶ τῷ Χριστῷ εἶπεν ὁ διάβολος· Ῥῖψον σεαυτὸν κάτω. Ὁρᾷς ὅτι τοῦτο διαβολικόν ἐστι, τὸ εἰκῆ καὶ μάτην ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, καὶ πειράζειν εἰ σώζει ὁ Θεός; Προεστάναι γὰρ αὐτῶν οὐκέτι ἠδύνατο, οὕτως ἀγνωμόνως τῶν εὐεργετουμένων διακειμένων· μωρὸν τοίνυν ἦν καὶ ἀνόητον, μένειν αὐτόθι. Ταῦτα δὲ πάντα γέγονε, διότι ὡς ὁρῶν τὸν ἀόρατον, οὕτως ἐκαρτέρει. Ἂν τοίνυν καὶ ἡμεῖς ὁρῶμεν ἀεὶ τὸν Θεὸν τῷ νῷ, ἂν ἀεὶ ἐν τῇ μνήμῃ αὐτοῦ στρέφωμεν τὴν διάνοιαν, πάντα ἡμῖν ῥᾷστα φανήσεται, πάντα φορητὰ, πάντα εὐκόλως οἴσομεν, πάντων ἀνώτεροι γενησόμεθα. Εἰ γὰρ ἀγαπώμενόν τις ὁρῶν, μᾶλλον δὲ μεμνημένος τούτου, διανίσταται τὴν ψυχὴν, καὶ ὑψηλὸς γίνεται τὴν διάνοιαν, καὶ πάντα εὐκόλως φέρει ἐντρυφῶν τῇ μνήμῃ· ὁ τὸν ὄντως ἀγαπῆσαι ἡμᾶς καταξιώσαντα ἔχων ἐν διανοίᾳ, καὶ μεμνημένος αὐτοῦ, πότε ἢ λυπηροῦ τινος αἰσθήσεται, ἢ φοβερόν τι καὶ ἐπικίνδυνον φοβηθήσεται; πότε δὲ ὀλιγοψυχήσει; Οὐδέποτε. Πάντα γὰρ ἡμῖν δύσκολα φαίνεται, ὅτι τοῦ Θεοῦ τὴν μνήμην οὐκ ἔχομεν ὡς ἔχειν δεῖ, ὅτι οὐ περιφέρομεν αὐτὸν ἐν τῇ διανοίᾳ διαπαντός· εἴποι γὰρ ἂν δικαίως πρὸς ἡμᾶς· Ἐπελάθου μου σὺ, ἐπιλήσομαί σου κἀγώ. Ὥστε διπλοῦν τὸ κακὸν γίνεται, ὅτι καὶ ἡμεῖς αὐτοῦ ἐπιλανθανόμεθα, καὶ αὐτὸς ἡμῶν. Ταῦτα γὰρ δύο ἐστὶν ἀλλήλοις μὲν συμπεπλεγμένα, δύο δὲ ὅμως ἐστί. Μέγα μὲν γὰρ τὸ καὶ ἡμᾶς ἐν μνήμῃ ποιεῖσθαι τοῦ Θεοῦ, μέγα δὲ καὶ τὸ μνημονεύεσθαι αὐτὸν παρ' ἡμῶν· τοῦτο ποιεῖ αἱρεῖσθαι τὰ ἀγαθὰ, ἐκεῖνο δὲ ἀνύειν καὶ εἰς τέλος ἄγειν. ∆ιὰ τοῦτό φησιν ὁ Προφήτης· Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ταῦτά φησιν ὁ λαὸς ὁ ἐν Βαβυλῶνι, Ἐκεῖ ὢν μνησθήσομαί σου. δʹ. Καὶ ἡμεῖς τοίνυν ὥσπερ ἐν Βαβυλῶνι ὄντες τὰ αὐτὰ λέγωμεν. Εἰ γὰρ καὶ μὴ μεταξὺ τῶν πολεμίων καθήμεθα, ἀλλὰ μεταξὺ τῶν ἐχθρῶν ἐσμεν. Οἱ μὲν γὰρ ὡς αἰχμάλωτοι ἐκάθηντο, οἱ δὲ οὐδὲ ᾐσθάνοντο τῆς αἰχμαλωσίας, ὡς ὁ ∆ανιὴλ, ὡς οἱ τρεῖς παῖδες· οἳ καὶ ἐν αἰχμαλωσίᾳ ὄντες, αὐτοῦ τοῦ αἰχμαλωτεύσαντος αὐτοὺς βασιλέως ἐγένοντο λαμπρότεροι ἐν αὐτῇ τῇ χώρᾳ ἐκείνῃ· καὶ τοὺς αἰχμαλώτους γὰρ ὁ αἰχμαλωτεύσας προσεκύνει. Εἶδες ὅσον ἀρετή ἐστιν; ἐν αὐτῇ τῇ αἰχμαλωσίᾳ ὄντας ἐθεράπευσεν ὡς δεσπότας· ἄρα ἐκεῖνος ὁ αἰχμάλωτος ἦν, μᾶλλον ἣ οὗτοι. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τῇ πατρίδι ὄντας ἐλθὼν προσεκύνησε τῇ ἑαυτῶν, ἢ βασιλεύοντας ἐκεῖ· τὸ δὲ θαυμαστὸν, ὅτι δεσμεύσας αὐτοὺς, καὶ λαβὼν αἰχμαλώτους, καὶ ἔχων ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ, πάντων ὁρώντων οὐκ ᾐσχύνετο προσκυνῆσαι, καὶ μαναὰ σπεῖσαι. Ὁρᾶτε ὅτι τὰ ὄντως λαμπρὰ πράγματα τὰ κατὰ Θεόν ἐστι, τὰ δὲ ἀνθρώπινα σκιά; Ἠγνόει ἄρα δεσπότας ἀπάγων ἑαυτῷ, καὶ οὓς ἔμελλε προσκυνεῖν ἐνέβαλεν εἰς κάμινον· ἀλλ' ὡς ὄναρ ταῦτα ἐκείνοις ἦν. 63.183 Φοβηθῶμεν οὖν, ἀγαπητοὶ, τὸν Θεὸν, φοβηθῶμεν· κἂν ἐν αἰχμαλωσίᾳ ὦμεν, πάντων ἐσόμεθα λαμπρότεροι· φόβος παρέστω Θεοῦ, καὶ οὐδὲν ἔσται λυπηρὸν, κἂν πενίαν εἴπῃς, κἂν νόσον, κἂν αἰχμαλωσίαν, κἂν δουλείαν, κἂν ὁτιοῦν τῶν λυπηρῶν· ἀλλὰ καὶ αὐτὰ ἐκεῖνα ἡμῖν συνεργήσει πρὸς τὰ ἐναντία. Αἰχμάλωτοι ἦσαν οὗτοι, καὶ προσεκύνησεν αὐτοῖς ὁ βασιλεύς· σκηνοποιὸς ἦν ὁ Παῦλος, καὶ ἔθυον αὐτῷ ὡς Θεῷ. Ἐνταῦθα ζήτημα ἀνακύπτει· ἐρωτῶσι γὰρ πολλοὶ λέγοντες· Τί δήποτε οἱ μὲν ἀπόστολοι τὰς θυσίας ἀπεῖρξαν, καὶ διέῤῥηξαν αὑτῶν τὰ ἱμάτια, καὶ ἀπήγαγον αὐτοὺς τῆς ἐπιχειρήσεως, καὶ ἀπωδύροντο λέγοντες, Τί ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι· ὁ δὲ ∆ανιὴλ οὐδὲν τοιοῦτον ἐποίησεν. Ὅτι γὰρ καὶ αὐτὸς ταπεινὸς ἦν, καὶ τούτων οὐχ ἧττον ἀνέφερε τῷ Θεῷ