1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

133

Πῶς; Ὅτι τοῦ Θεοῦ ἕνεκεν διάταγμα τέθεικεν, ὁμολογῶν αὐτοῦ τὴν δεσποτείαν· ὥστε οὐκ ἠκρωτηρίαζε τὴν τιμήν. Ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλ' αὐτοὺς ἐνόμιζον εἶναι τοὺς θεούς· διὰ τοῦτο διεκρούοντο. Ἄλλως δὲ, καὶ προσκυνήσας ἐνταῦθα, τότε ταῦτα ποιεῖ· οὐδὲ γὰρ ὡς θεῷ προσεκύνησεν, ἀλλ' ὡς ἀνθρώπῳ σοφῷ. Οὐ δῆλον δὲ οὐδὲ ὅτι ἔσπεισεν· εἰ δὲ καὶ ἔσπεισεν, ἀλλ' οὐ δεχομένου τοῦ ∆ανιήλ. Τί δὲ, ὅτι αὐτὸν καὶ Βαλτάσαρ ἐκάλεσεν, τοῦ θεοῦ αὐτοῦ τὸ ὄνομα; Οὕτως οὐδὲν θαῦμα ἡγοῦντο αὐτῶν τοὺς θεοὺς, ὅπου γε καὶ τὸν αἰχμάλωτον οὕτως ἐκάλει ὁ πάντας κελεύων τὴν εἰκόνα προσκυνεῖν τὴν παντοδαπὴν καὶ ποικίλην, καὶ τὸν δράκοντα σέβων· καὶ ἐκείνων πολὺ ἦσαν ἀνοητότεροι οἱ Βαβυλώνιοι τῶν ἐν Λύστρᾳ· διὸ οὐκ ἐνῆν εὐθέως ἐνάγειν αὐτοὺς εἰς τοῦτο. Καὶ πολλὰ ἄν τις εἴποι· τέως δὲ ταῦτα ἀρκεῖ. Ἂν τοίνυν βουλώμεθα πάντων ἐπιτυχεῖν τῶν ἀγαθῶν, τὰ κατὰ Θεὸν ζητῶμεν. Ὥσπερ γὰρ οἱ τὰ τοῦ κόσμου ζητοῦντες, καὶ τούτων καὶ ἐκείνων ἐκπίπτουσιν· οὕτως οἱ τὰ κατὰ Θεὸν προτιμῶντες, ἀμφοτέρων ἐπιτυγχάνουσι. Μὴ δὴ ταῦτα λοιπὸν ζητῶμεν, ἀλλ' ἐκεῖνα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ ΚΖʹ.

Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ

ὀλοθρεύων τὰ πρω τότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυ θρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης. αʹ. Πολλὰ μεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήμασι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· οὐκ ἐν πλήθει λόγων ὀλίγα περιέχει νοήματα, ἀλλὰ βραχύτητι ῥημάτων μεγάλην καὶ πολλὴν διάνοιαν ἐντίθησιν. Ὅρα γοῦν πῶς ἐν τάξει παρακλήσεως καὶ περὶ πίστεως διαλεγόμενος, οἵου ὑπομιμνήσκει τύπου καὶ μυστηρίου, οὗ τὴν ἀλήθειαν ἔχομεν. Πίστει, φησὶ, πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τί δέ ἐστιν, Ἡ πρόσχυσις τοῦ αἵματος; Ἀρνίον ἐθύετο κατὰ οἰκίαν, καὶ τὸ αἷμα αὐτοῦ ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἦν ἀποτείχισις τῆς ἀπωλείας τῆς Αἰγυπτιακῆς. Εἰ τοίνυν αἷμα ἀρνίου ἐν μέσοις Αἰγυπτίοις καὶ ἐν ὀλέθρῳ τοσούτῳ ἀσινεῖς διεφύλαττε τοὺς Ἰουδαίους· πολλῷ μᾶλλον διασώσει ἡμᾶς, οὐκ ἐν ταῖς φλιαῖς, ἀλλ' ἐπὶ ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριόμενον τοῦ Χριστοῦ· καὶ γὰρ καὶ νῦν ὁ ὀλοθρεύων ἐν τῇ βαθείᾳ νυκτὶ ταύτῃ περιέρχεται. Ἀλλ' ὁπλιζώμεθα ἐκείνῃ τῇ θυσίᾳ. Πρόσχυσιν τὴν χρίσιν καλεῖ· ἀπὸ γὰρ Αἰγύπτου ἐξήγαγεν ἡμᾶς ὁ Θεὸς, ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς εἰδωλολατρείας. Καίτοι τὸ γενόμενον οὐδὲν ἦν, τὸ δὲ κατορθούμενον μέγα· τὸ μὲν γὰρ γενόμενον αἷμα, τὸ δὲ κατορθούμενον σωτηρία καὶ ἔμφραξις καὶ κώλυμα ἀπωλείας. Ἐφοβήθη τὸ αἷμα ὁ ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε, τὸν ∆εσποτικὸν θάνατον ἐννοήσας· διὰ τοῦτο οὐκ ἔθιγε τῶν φλιῶν. Εἶπε Μωϋσῆς, Χρίσατε· καὶ ἔχρισαν, καὶ ἐθάῤῥησαν χρίσαντες. Ὑμεῖς δὲ αὐτοῦ τοῦ ἀμνοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρσεῖτε; Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Πίστει, φησὶ, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Ἐνταῦθα αὐτοὺς καὶ εἰς ὑπόμνησιν ἄγει τῶν παθημάτων τῶν ἐν Αἰγύπτῳ. Πῶς πίστει; Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο· μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος. Ὁρᾷς ὅτι πανταχοῦ ἡ πίστις τοὺς λογισμοὺς ὑπερβαίνει τοὺς ἀνθρωπίνους καὶ τὴν ἀσθένειαν καὶ τὴν ταπεινότητα; ὁρᾷς, ὁμοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵματι