1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

136

δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, καὶ δέκα, καὶ εἴκοσιν οἰκουμέναι, καὶ λεγέτωσαν, καὶ ποιείτωσαν τοῦτο· ἀλλὰ οὐ δυνήσονται. Ὁ δὲ τοῦ Θεοῦ φίλος τοῖς τοῦ φίλου κτίσμασιν ἐπέταττε, μᾶλλον δὲ τὸν φίλον παρεκάλει, καὶ εἶκε τὰ δοῦλα, καὶ ὁ κάτω τοῖς ἄνω προσέταττεν. Ὁρᾷς ὅτι εἰς δουλείαν ταῦτα γέγονε, τὸν δρόμον τὸν διατεταγμένον πληροῦντα; Τοῦτο τῶν Μωϋσέως μεῖζον. Τί δήποτε; Οὐ γάρ ἐστιν ἴσον θαλάττῃ ἐπιτάξαι, καὶ τοῖς κατ' οὐρανόν· μέγα μὲν γὰρ κἀκεῖνο, καὶ σφόδρα μέγα, πλὴν ἀλλ' οὐδὲν ἴσον. Ἄκουε δὲ καὶ πόθεν τοιοῦτος γέγονε. Τί δήποτε; Τύπος ἦν τοῦ Χριστοῦ τὸ τοῦ Ἰησοῦ ὄνομα. ∆ιὰ τοῦτο τοίνυν, ἐπεὶ τὴν τοιαύτην κλῆσιν ἔσχεν ἐν τύπῳ, ἣν Ἰησοῦς, αὐτὴν τὴν προσηγορίαν ᾐδέσθη ἡ κτίσις. Τί οὖν; ἄλλος οὐκ ἐκλήθη Ἰησοῦς; Ἀλλ' οὗτος ἐπὶ τούτῳ ἐκλήθη ἐν τύπῳ· καὶ γὰρ καὶ Αὐσῆς ἐλέγετο· διὰ τοῦτο μετεβλήθη τὸ ὄνομα· πρόῤῥησις γὰρ ἦν καὶ προφητεία. Οὗτος εἰσήγαγε τὸν λαὸν εἰς τὴν ἐπαγγελίαν, ὥσπερ ὁ Ἰησοῦς εἰς τὸν οὐρανὸν, οὐχ ὁ νόμος, ὥσπερ οὐδὲ ὁ Μωϋσῆς, ἀλλ' ἔξω ἔμενεν· οὐκ ἰσχύει νόμος εἰσαγαγεῖν, ἀλλ' ἡ χάρις. Ὁρᾷς τοὺς τύπους ἄνωθεν προδιαγραφομένους; Ἐπέταξε τῇ κτίσει, μᾶλλον δὲ τῷ κυρίῳ τῆς κτίσεως μέρει, αὐτῇ τῇ κεφαλῇ κάτω ἑστώς· ἵνα, ὅταν ἴδῃς ἐν ἀνθρώπου σχήματι τὸν Ἰησοῦν τὰ αὐτὰ λέγοντα, μὴ θορυβηθῇς μηδὲ ξενισθῇς. Αὐτὸς, καὶ Μωϋσέως ζῶντος, ἐτροπώσατο τοὺς πολεμίους· οὗτος, καὶ τοῦ νόμου ζῶντος, τὰ πάντα διοικεῖ, ἀλλ' οὐ φανερῶς. Πλὴν ἴδωμεν ὅση ἡ ἀρετὴ τῶν ἁγίων. δʹ. Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι τὴν λαμπρότητα; Τάχα τις ὑμῶν ἕκαστος ἐβούλετο εἶναι τοιοῦτος, ὥστε δύνασθαι ἐπιτάττειν τῷ 63.189 ἡλίῳ καὶ τῇ σελήνῃ. Ἐνταῦθα οἱ λέγοντες τὸν οὐρανὸν σφαῖραν εἶναι, πρὸς τοῦτο τί ἂν εἴποιεν; ∆ιὰ τί γὰρ μὴ εἶπε, Στήτω ὁ ἥλιος, ἀλλὰ προσέθηκε, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ; Τουτέστι, Μείζονα τὴν ἡμέραν ἐργασάσθω. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γέγονεν· ἀνεπόδισε γὰρ ὁ ἥλιος. Ἀλλὰ τοῦτο ἐκείνου θαυμαστότερον, τὸ τὴν ἐναντίαν ἐλθεῖν πάλιν ὁδὸν, μήπω περιελθόντα τὸν δρόμον. Ἀλλὰ τούτων ἡμεῖς μείζονα ἐπιτευξόμεθα, ἐὰν ἐθέλωμεν. Τίνα γὰρ ἡμῖν ἐπηγγείλατο ὁ Χριστός; Οὐχὶ ἥλιον στήσειν, οὐδὲ σελήνην, οὐδὲ ἀναποδισμὸν ἡλίου, ἀλλὰ τί; Ἐλευσόμεθα πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τί μοι δεῖ ἡλίου καὶ σελήνης, καὶ τῶν θαυμάτων τούτων, αὐτοῦ τοῦ ∆εσπότου πάντων παρ' ἐμοὶ καταγομένου καὶ ἐνιδρυμένου· οὐ δεῖ μοι τούτου. Τί γὰρ δεῖ μοί τινος τούτων; αὐτὸς ἔσται μοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι; οὐ πολλῷ μᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυμαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ' ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ' αὐθεντικῶς ποιεῖ. Καλῶς· οὐκοῦν ὁμολόγησον πρῶτον καὶ εἰπὲ, ὅτι οὐ δεῖται τοῦ Πατρὸς, καὶ αὐθεντικῶς ποιεῖ· καὶ τότε σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν· οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς· ἄγρυπνος γὰρ καλεῖται ὁ τοιοῦτος. Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόμενον καθεύδειν, καὶ ἐν ἡμέρᾳ μὴ εὐχόμενον ἀγρυπνεῖν, ὅταν ἡ ψυχὴ τεταμένη ᾖ πρὸς τὸν Θεὸν, ὅταν ἐννοῇ τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι μετὰ