1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

139

οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ταῦτά ἐστιν ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλ' οὔπω ἀπέλαβον, ἀλλ' ἔτι μένουσι καὶ οὕτω τελευτήσαντες ἐν τοσαύτῃ θλίψει. Καὶ ἐκεῖνοι μὲν χρόνους ἔχουσι τοσούτους νικήσαντες, καὶ οὐδέπω ἀπέλαβον· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ἔτι ὄντες, ἀσχάλλετε; Ἐννοήσατε καὶ ὑμεῖς τί ἐστι, καὶ ὅσον ἐστὶ τὸν Ἀβραὰμ καθῆσθαι· καὶ τὸν ἀπόστολον Παῦλον περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν. Ἐὰν μὴ γὰρ καὶ ἡμεῖς παραγενώμεθα, προεῖπεν αὐτοῖς ὁ Σωτὴρ μὴ δώσειν· καθάπερ εἰ πατὴρ φιλόστοργος παισὶν εὐδοκίμοις, καὶ τὸ, ἔργον ἠνυκόσι λέγοι, μὴ διδόναι φαγεῖν, ἐὰν μὴ ἔλθωσιν αὐτῶν οἱ ἀδελφοί. Σὺ δὲ ἀσχάλλεις, ὅτι οὐδέπω τὸν μισθὸν ἔλαβες; Τί οὖν ποιήσει Ἄβελ ὁ πρὸ πάντων νικήσας, καὶ ἀστεφάνωτος καθήμενος; τί δὲ Νῶε; τί δὲ οἱ κατ' ἐκείνους τοὺς χρόνους γεγονότες, ὅτι σὲ καὶ τοὺς μετὰ σὲ ἀναμένουσιν; Ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν; Καὶ καλῶς διὰ τοῦτο εἶπε, Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου. Ἵνα γὰρ μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἕνα ὥρισε πᾶσι τῶν στεφάνων τὸν καιρὸν, καὶ ὁ πρὸ τοσούτων ἐτῶν νενικηκὼς, μετὰ σοῦ λαμβάνει τὸν στέφανον. Ὁρᾷς κηδεμονίαν; Καὶ οὐκ εἶπεν, Ἵνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ', Ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· ὥστε καὶ τέλειοι τότε φαίνονται. Προέλαβον κατὰ τοὺς ἀγῶνας, ἀλλ' οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους. Οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ' ἡμᾶς ἐτίμησε· καὶ γὰρ καὶ αὐτοὶ τοὺς ἀδελφοὺς ἀναμένουσιν. Εἰ γὰρ σῶμα ἓν οἱ πάντες ἐσμὲν, μείζων γίνεται τῷ σώματι τούτῳ ἡ ἡδονὴ, ὅταν κοινῇ στεφανῶται, καὶ μὴ κατὰ μέρος. Καὶ γὰρ οἱ δίκαιοι καὶ ἐν τούτῳ εἰσὶ θαυμαστοὶ, ὅτι χαίρουσιν ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς τοῖς τῶν ἀδελφῶν. Ὥστε 63.193 κἀκείνοις τοῦτο κατὰ γνώμην ἐστὶ, τὸ μετὰ τῶν μελῶν τῶν ἰδίων στεφανωθῆναι· τὸ γὰρ ὁμοῦ δοξασθῆναι, μεγάλη ἡδονή. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων. βʹ. Πολλαχοῦ ἡ Γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προφήτης· Ἀπὸ καύματος καὶ σκληρότητος, καὶ ὑετοῦ ῥύσεταί σε· καὶ ὁ ∆αυΐδ· Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων, ὥσπερ νέφος τὸν φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας σκιάζει, οὕτω τὴν ὑπὸ τῶν κακῶν καταπεπονημένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν. Καὶ οὐκ εἶπεν, Ὑπεραιωρούμενον ἡμῶν, ἀλλὰ, Περικείμενον ἡμῖν, ὃ ἐκείνου πλέον ἦν ὥστε δηλῶσαι διὰ τούτου, ὅτι περικείμενον κύκλῳ, ἐν μείζονι ἀδείᾳ εἰκότως εἶναι ποιήσει. Μάρτυρας δὲ οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ· καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι· οἷον, ὡς οἱ τρεῖς παῖδες, οἱ περὶ τὸν Ἠλίαν, οἱ προφῆται πάντες. Ὄγκον ἀποθέμενοι πάντα. -Πάντα, τίνα; Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς, πάντα τὰ ἀνθρώπινα. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν. Εὐπερίστατον ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν, λέγει· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ, ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. ∆ι' ὑπομονῆς, φησὶ, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Οὐκ εἶπε, Πυκτεύωμεν, οὐδὲ, Παλαίωμεν, οὐδὲ, Πολεμῶμεν, ἀλλ' ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν. Οὐδὲ εἶπε, Προσθῶμεν τῷ δρόμῳ, ἀλλ', Ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν. Τρέχωμεν, φησὶ, τὸν προκείμενον ἡμῖν ἀγῶνα. Εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστόν· Ἀφορῶντες, φησὶν, εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; καὶ πάλιν· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὑτοῦ. -Ἀφορῶντες, φησί· τουτέστιν, ἵνα μάθωμεν τρέχειν, βλέπωμεν εἰς Χριστόν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνῶν πασῶν καὶ τῶν ἀγωνισμάτων πρὸς τοὺς διδασκάλους ὁρῶντες, οὕτως