1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

142

παρακαλῶμεν, ὥστε μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἐὰν ἀεὶ αὐτοῦ ἐχώμεθα, στησόμεθα γενναίως, καὶ παραταξόμεθα. Ἕως ἂν αὐτὸν ἔχωμεν βοηθὸν, κἂν πάντων τῶν ἀνέμων σφοδρότερον πνεύσωσιν οἱ πειρασμοὶ, κάρφος ἡμῖν ἔσονται καὶ φύλλον ἁπλῶς φερόμενον. Ἄκουε Παύλου λέγοντος· Ἐν τούτοις, φησὶ, πᾶσιν ὑπερνικῶμεν· καὶ πάλιν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Σκόπει ἡλίκους κινδύνους, ναυάγια, τὰς ἐπαλλήλους θλίψεις, καὶ ὅσα τοιαῦτα, ἐλαφρὰ καλεῖ· καὶ ζήλωσον τὸν ἀδάμαντα τοῦτον, τὸν ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα τοῦτο περικείμενον. Ἐν πενίᾳ εἶ; ἀλλ' οὐκ ἐν τοσαύτῃ, ὅσῃ ὁ Παῦλος, ὁ καὶ ἐν λιμῷ ἐξεταζόμενος καὶ δίψει καὶ γυμνότητι· οὐ γὰρ μίαν ἡμέραν τοῦτο ἔπαθεν, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἄχριτῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν. Βαβαὶ, πόσην ἔχων ἤδη δόξαν ἐν τῷ κηρύγματι, τοσαῦτα ὑπέμενεν, εἰκοστὸν λοιπὸν ἔτος ἔχων, ὅτε ταῦτα ἔγραφεν. Οἶδα γὰρ, φησὶν, ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· καὶ πάλιν· 63.197 Μετὰ τρία ἔτη, φησὶν, ἀνῆλθον εἰς Ἱεροσόλυμα. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Καλόν μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ πάλιν γράφων ἔλεγεν· Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν. Τί λιμοῦ χαλεπώτερον; τί κρυμοῦ; τί τῶν ἐπιβουλῶν τῶν παρὰ ἀδελφῶν; οὓς ψευδαδέλφους λοιπὸν καλεῖ. Οὐχὶ λυμεὼν ἐκαλεῖτο τῆς οἰκουμένης; οὐχὶ ἀπατεών; οὐχὶ ἀνατροπεύς; οὐχὶ κατεκόπτετο μαστιζόμενος; Ταῦτα ἐν νῷ λάβωμεν, ἀγαπητοὶ, ταῦτα ἀναλογιζώμεθα, ταῦτα μνημονεύωμεν, καὶ οὐδέποτε ἐκλυθησόμεθα, κἂν ἀδικώμεθα, κἂν ἁρπαζώμεθα, κἂν μυρία πάσχωμεν κακά. Γένοιτο τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς εὐδοκιμεῖν, καὶ πάντα φορητά· γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς. Σκιὰ ταῦτά ἐστι καὶ ὄναρ· οἷα ἂν εἴη, ἐλπιζομένων ἐκείνων καὶ προσδοκωμένων, οὐδέν ἐστι τῶν δεινῶν οὔτε τῇ φύσει, οὔτε τῷ χρόνῳ. Τί γὰρ βούλει πρὸς τὰ δεινὰ ἐκεῖνα παραβάλωμεν; τί πρὸς τὸ πῦρ τὸ ἄσβεστον, πρὸς τὸν σκώληκα τὸν ἀτελεύτητον; τί δυνήσῃ ἴσον εἰπεῖν τῶν ἐνταῦθα πρὸς τὸν βρυγμὸν τῶν ὀδόντων, πρὸς τὰ δεσμὰ, πρὸς τὸ σκότος τὸ ἐξώτερον, πρὸς τὴν ὀργὴν πρὸς τὴν θλῖψιν, πρὸς τὴν στενοχωρίαν; Ἀλλὰ τῷ χρόνῳ; Καὶ τί μύρια ἔτη πρὸς ἀπείρους αἰῶνας καὶ ἀτελευτήτους; οὐχ ὅσον μικρὰ σταγὼν πρὸς ἄβυσσον ἄπειρον; Ἀλλὰ πρὸς τὰ ἀγαθά; Ἀλλ' ἐκεῖ μείζων ἡ ὑπερβολή· Ὀφθαλμὸς οὐκ εἶδε, φησὶν, οὖς οὐκ ἤκουσεν, ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Καὶ ταῦτα ἔσται πάλιν ἐν ἀπείροις αἰῶσιν. Ὑπὲρ τούτων οὖν κατακοπῆναι μυριάκις οὐ καλὸν, ἀναιρεθῆναι, κατακαῆναι, μυρίους ὑποστῆναι θανάτους, πᾶν ὁτιοῦν ὑπομεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ; Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόμενον ἦν, οὐκ ἔδει πάντα ὑπομένειν ὑπὲρ τοῦ τυχεῖν τῶν ἐπηγγελμένων ἐκείνων ἀγαθῶν; Ἀλλὰ τί λέγω ταῦτα ληρῶν πρὸς ἀνθρώπους οὐδὲ χρημάτων καταφρονῆσαι αἱρουμένους, ἀλλ' ὡς ἀθανάτων αὐτῶν ἐχομένους, κἂν μικρὰ ἐκ πολλῶν δῶσι, τὸ πᾶν νομίζοντας ἠνυκέναι; Οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἐλεημοσύνη γάρ ἐστιν ἡ τῆς χήρας ἐκείνης, ἥτις τὸν βίον αὐτῆς πάντα ἐκένωσεν. Εἰ δὲ οὐ χωρεῖς τοσοῦτον ὅσον ἡ χήρα καταβαλεῖν, ἀλλὰ κἂν τὸ περίσσευμα ὅλον κατάβαλε· ἔχε τὰ ἀρκοῦντα, μὴ τὰ περιττά. Ἀλλ' οὐδείς ἐστιν οὐδὲ τὸ περίσσευμα καταβάλλων· ἕως γὰρ ἂν ἔχῃς οἰκέτας πολλοὺς καὶ ἱμάτια σηρικὰ, πάντα ταῦτα περιττεύματά ἐστιν. Οὐδὲν ἀναγκαῖον οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάμεθα ζῇν· ταῦτα περιττὰ καὶ ἁπλῶς ἔξω πρόσκειται. Τίνος οὖν ἄνευ οὐ δυνάμεθα ζῇν ἴδωμεν, εἰ δοκεῖ. Κἂν δύο μόνους ἔχωμεν οἰκέτας, δυνάμεθα ζῇν· ὅπου γάρ εἰσί τινες χωρὶς οἰκετῶν ζῶντες, ποίαν ἡμεῖς ἔχομεν ἀπολογίαν, τοῖς δύο οὐκ ἀρκούμενοι; ∆υνάμεθα καὶ ἐκ πλίνθων ἔχειν οἰκίαν τριῶν οἰκημάτων· καὶ τοῦτο ἀρκεῖ ἡμῖν. Εἰπὲ γάρ μοι, οὐκ εἰσί τινες μετὰ