1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

148

οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατέρες, κἂν μηδὲν μανθάνωσι, κἂν μὴ ἔνδοξοι γίνωνται· τῶν δὲ γνησίων ἕνεκεν υἱῶν δεδοίκασι μήποτε ῥᾳθυμήσωσι· τοῦτο καὶ ἐπὶ τοῦ παρόντος. Εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ, εἴ γε γνησιότητος τοῦτο ἔστω. Ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· διὰ τοῦτο αὐτό φησιν. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Πάλιν ἀπὸ τῶν οἰκείων παθημάτων, ἀφ' ὧν αὐτοὶ ἔπασχον, ἡ προτροπή. Ὥσπερ γὰρ ἐκεῖ λέγει, Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας· οὕτω καὶ ἐνταῦθα, Ὁ Θεὸς, φησὶν, ὡς υἱοῖς ὑμῖν προσφέρεται, καὶ οὐκ ἂν ἔχοιτε εἰπεῖν, ὅτι οὐ δυνάμεθα φέρειν, καὶ ὡς υἱοῖς ποθεινοῖς. Εἰ δὲ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς ὑμεῖς τὸν Πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε; Καίτοι οὐκ ἀπὸ τούτου μόνον ἡ διαφορὰ καὶ ἀπὸ προσώπων, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς 63.205 αἰτίας καὶ ἀπὸ τοῦ πράγματος· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς οὗτος κἀκεῖνοι παιδεύουσι. ∆ιὸ καὶ ἐπάγει· Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· τουτέστιν, ἡδονὴν πληροῦντες πολλάκις, καὶ οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες. Ἐνταῦθα δὲ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐ γὰρ διά τι τῶν αὑτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι' ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· ἐκεῖνοι, ἵνα καὶ αὐτοῖς χρήσιμοι γένησθε, πολλάκις δὲ καὶ εἰκῆ· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁρᾷς ὅτι καὶ τοῦτο φέρει παράκλησιν; Μάλιστα γὰρ ἐκείνοις οἰκειούμεθα, ὅταν ἴδωμεν ὅτι οὐ διά τι τῶν αὐτῶν ἢ ἐπιτάττουσιν, ἢ παραινοῦσιν, ἀλλ' ὁλόκληρος ἡ σπουδὴ διὰ τὸ ἡμέτερον γίνεται. Τοῦτο γάρ ἐστιν εἰλικρινὴς ἀγάπη, καὶ ὄντως ἀγάπη, ὅταν μηδὲν ὄντες τῷ φιλοῦντι χρήσιμοι, φιλώμεθα παρ' αὐτοῦ. Φιλούμεθα γὰρ, οὐχ ἵνα λάβῃ, ἀλλ' ἵνα δῷ· παιδεύει, πάντα ποιεῖ, πάντα σπουδάζει, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὑτοῦ. Οἱ μὲν γὰρ, φησὶ, πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Τί ἐστι, Τῆς ἁγιότητος αὐτοῦ; Τουτέστι, τῆς καθαρότητος, ὥστε ἀξίους αὐτοῦ γενέσθαι κατὰ δύναμιν. Ἐκεῖνος σπουδάζει ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς δὲ οὐ σπουδάζετε ἵνα λάβητε. Εἶπον, φησὶ, τῷ Κυρίῳ, Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Εἶτα, φησὶ, τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδεύοντας, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ δὲ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Τῷ Πατρὶ τῶν πνευμάτων· ἤτοι τῶν χαρισμάτων λέγει, ἤτοι τῶν εὐχῶν, ἤτοι τῶν ἀσωμάτων δυνάμεων. Ἐὰν οὕτως ἀποθνήσκωμεν, τότε ζησόμεθα. Καὶ καλῶς εἶπεν, Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας ἐπαίδευον κατὰ τὸ δοκοῦν αὐτοῖς· οὐ γὰρ πανταχοῦ τὸ δοκοῦν συμφέρον· οὗτος δὲ πρὸς τὸ συμφέρον. γʹ. Ἄρα ἡ παιδεία συμφέρον, ἄρα ἡ παιδεία μετάληψις ἁγιότητός ἐστι. Καὶ σφόδρα γε· ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται; οὐχὶ τοῦ Πνεύματος ἐπισπᾶται τὴν χάριν; Ἐννοήσωμεν τοιγαροῦν ἀεὶ τοὺς δικαίους, καὶ ἴδωμεν πόθεν πάντες ἔλαμψαν, καὶ πρὸ πάντων, ὁ Ἄβελ, ὁ Νῶε· ἆρα γὰρ οὐχὶ ἀπὸ θλίψεως; οὐ γὰρ ἔστι τὸν μόνον ὄντα ἐν τῷ τοσούτῳ πλήθει τῶν κακῶν μὴ θλίβεσθαι. Νῶε γὰρ, φησὶ, μόνος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν. Ἐννόησον γάρ μοι, εἰ νῦν μυρίους ἔχοντες ὧν ζηλώσομεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόμεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦν μόνον μεταξὺ τοσούτων; ἀλλὰ τὰ κατὰ τὸν ὑετὸν εἴπω τὸν ξένον ἐκεῖνον καὶ παράδοξον; ἀλλὰ τὸν Ἀβραὰμ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδημίας τὰς ἐπαλλήλους, τὴν τῆς γυναικὸς ἁρπαγὴν, τοὺς κινδύνους, τοὺς πολέμους, τοὺς πειρασμούς; Ἀλλὰ τὸν Ἰακὼβ, ὅσα πέπονθε δεινὰ, ἐλαυνόμενος πάντοθεν, καὶ πονῶν εἰκῆ, καὶ ἑτέροις μοχθῶν; πάντας μὲν γὰρ αὐτοῦ τοὺς πειρασμοὺς καταλέγειν οὐκ ἀναγκαῖον, τὴν δὲ μαρτυρίαν παρ 63.206 ενεγκεῖν