1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

154

διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τομὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην ἐπάγουσι, καὶ μικρὸν ἐνδιδόντες, εἶτα παρέχοντες ἀναπνεῦσαι. Οὕτω καὶ τοὺς ἐλέγχους δεῖ ποιεῖν, ἵνα καὶ οἱ ἐλεγχόμενοι μὴ ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι τοίνυν δέῃ, κἂν πληγῆναι, μὴ παραιτησώμεθα. Καὶ γὰρ ἐκεῖνοι οἱ τεμνόμενοι, μυρία καταβοῶσι τῶν τεμνόντων· ἀλλ' ἐκεῖνοι πρὸς οὐδὲν τούτων ὁρῶσιν, ἀλλ' ἢ πρὸς τὴν ὑγείαν τῶν καμνόντων μόνον. Οὕτω δὴ καὶ ἐνταῦθα πάντα δεῖ ποιεῖν πρὸς τὸ τὸν ἔλεγχον χρησίμως γενέσθαι, πάντα φέρειν πρὸς τὸν μισθὸν ἀφορῶντας τὸν ἀποκείμενον. Ἀλλήλων, φησὶ, τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ ἐλέγχοντες καὶ φέροντες ἀλλήλους, δυνησόμεθα ἀναπληρῶσαι τὴν οἰκοδομὴν τοῦ Χριστοῦ· καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλή 63.213 λων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος. Ὑπομένωμεν τοίνυν καὶ φέροντες τὰ ἀλλήλων βάρη, καὶ ἐλέγχον 63.214 τες, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ ΛΑʹ. Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν

Κύριον. αʹ. Πολλὰ μὲν ἔστι τὰ χαρακτηρίζοντα τὸν Χριστιανισμὸν, μᾶλλον δὲ πάντων καὶ κρεῖττον ἁπάντων ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ ἡ εἰρήνη. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος νῦν φησιν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, τουτέστι, τὴν σεμνότητα, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Καθάπερ ὁδόν τινα μακρὰν ὁδευόντων ἐν συνοδίᾳ πολλῇ, βλέπετε, φησὶ, μή τις ἀπέμεινεν· οὐ γὰρ τοῦτο ζητῶ μόνον, ἵνα ὑμεῖς παραγένησθε, ἀλλ' ἵνα καὶ τοὺς ἄλλους ἐπισκοπῆτε. Μή τις ὑστερῶν, φησὶν, ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Χάριν τοῦ Θεοῦ τὰ μέλλοντα καλεῖ ἀγαθὰ, τὴν πίστιν τὴν εὐαγγελικὴν, τὴν ἀρίστην πολιτείαν· πάντα γὰρ τῆς τοῦ Θεοῦ χάριτός ἐστι. Μὴ οὖν μοι εἴπῃς, ὅτι εἷς ἐστιν ὁ ἀπολλύμενος· καὶ δι' ἕνα ὁ Χριστὸς ἀπέθανε. ∆ι' ἔνα ὁ Χριστὸς ἀπέθανε, σὺ δὲ οὐ φροντίζεις; Ἐπισκοποῦντες, φησί· τουτέστιν, ἀκριβῶς ἐρευνῶντες, ἐπισκεπτόμενοι, καταμανθάνοντες, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, καὶ διὰ πάντων ἐξετάζοντες, [καταμανθάνοντες]. Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Τοῦτο ἐν τῷ ∆ευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν. Μή τις ῥίζα, φησὶ, πικρίας· ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο, φησὶ, βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην. Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, μηδεμίαν βλάστην ἀφῇς ἀνελθεῖν, ἀλλ' ἐκκοπτέσθω, ὥστε μὴ φέρειν τοὺς οἰκείους καρποὺς, ὥστε μὴ καὶ τοὺς ἄλλους μολύνειν καὶ μιαίνειν. Μή τις γὰρ, φησὶ, ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί. Καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον· καὶ ἴσασιν οἱ μετὰ τὸ πρᾶξαι ὑπὸ τοῦ συνειδότος τηκόμενοι, οἱ πικρίαν πολλὴν ὑπομένοντες· πικροτάτη γὰρ οὖσα διαστρέφει αὐτὸ τὸ λογιστικόν. Τοιαύτη ἡ τοῦ πικροῦ φύσις, ἔστιν ἀνόνητος. Καὶ καλῶς εἶπε· Ῥίζα πικρίας. Οὐκ εἶπε, Πικρὰ, ἀλλὰ, Πικρίας· τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνεγκεῖν γλυκεῖς, τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν· οὐκ ἔστι ποτὲ γλυκὺν ἐνεγκεῖν καρπόν· πάντα γάρ ἐστι πικρὰ, οὐδὲν ἔχει ἡδὺ, πάντα πικρὰ, πάντα ἀηδῆ, πάντα μίσους καὶ βδελυγμίας γέμοντα. Καὶ δι' αὐτῆς, φησὶ, μιανθῶσι πολλοί. Τουτέστιν, Ἵνα μὴ τοῦτο γένηται, τοὺς ἀσελγεῖς ἐκκόπτετε. Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Καὶ ποῦ πόρ