1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

155

63.214 νος ἦν ὁ Ἡσαῦ; Οὐ τοῦτο ἐνταῦθά φησιν, ὅτι πόρνος ἦν ὁ Ἡσαῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν κεῖται τοῦ, Τὸν ἁγιασμὸν διώκετε· τὸ δὲ, Βέβηλος, ὡς πρὸς ἐκεῖνον εἴρηται. Μή τις οὖν ἔστω ὡς ὁ Ἡσαῦ, βέβηλος, τουτέστι, γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν. Ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Τουτέστιν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, καὶ μικρᾶς ἡδονῆς χάριν τὴν μεγίστην τιμὴν καὶ δόξαν ἀπώλεσε. Τοῦτο οἰκείως πρὸς αὐτοὺς, τοῦτο βδελυροῦ, τοῦτο ἀκαθάρτου. Ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γαστρίμαργος, ὅς ἐστι τῆς γαστρὸς δοῦλος. Καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος, ἀναγκάζεται πλεονεκτεῖν, ἀναγκάζεται ἁρπάζειν, μυρία ἀσχημονεῖν, δοῦλος ὢν τοῦ πάθους ἐκείνου, καὶ βλασφημεῖ πολλάκις. Οὗτος οὐδενὸς ἄξια εἶναι ἐνόμισε τὰ πρωτοτόκια. ∆ιὸ καὶ προνοῶν τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ μέχρι τῶν πρωτοτοκίων ἔφθασεν. Ὥστε ἡμῶν τὰ πρωτοτόκια λοιπὸν, οὐχὶ Ἰουδαίων. Ἅμα δὲ καὶ πρὸς τὸ πάθος αὐτῶν τοῦτο συμβάλλεται· μονονουχὶ τοῦτο γὰρ διὰ τούτου αἰνίττεται, ὅτι ὁ πρῶτος ὕστερος γέγονε, καὶ ὁ δεύτερος πρῶτος· οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυμίαν ὕστερος. Ἴστε γὰρ, φησὶν, ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. βʹ. Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ τὴν μετάνοιαν ἐκβάλλει; Οὐδαμῶς. Ἀλλὰ πῶς, φησὶ, μετανοίας τόπον οὐχ εὗρεν; εἰ γὰρ κατέγνω ἑαυτοῦ, εἰ ἀνῴμωξε μέγα, διὰ τί οὐχ εὗρε τόπον μετανοίας; Ὅτι οὐκ ἦν μετανοίας τὸ πρᾶγμα. Ὥσπερ γὰρ ἡ λύπη τοῦ Κάϊν οὐκ ἦν μετανοίας, καὶ ὁ φόνος ἔδειξεν· οὕτω καὶ ἐνταῦθα οὐκ ἦν μετανοίας τὰ ῥήματα, καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξε· καὶ γὰρ καὶ αὐτὸς τῇ προαιρέσει ἀνεῖλε τὸν Ἰακώβ. Ἐγγίσουσι γὰρ, φησὶν, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου. ∆ιὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι. Καὶ οὐκ εἶπε, Μετανοίας, ἁπλῶς, ἀλλὰ, Καὶ μετὰ δακρύων ἐκζητήσας, μετανοίας τόπον οὐχ εὗρε. Τί δήποτε; Ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον· τοῦτο γάρ ἐστι μετάνοια· οὐ μετενόησεν ὡς ἐχρῆν. Ἐπεὶ πῶς ταῦτα ἔλεγε; πῶς νωθροὺς γενομένους παρεκάλει πάλιν; πῶς χωλοὺς γενομένους; πῶς παραλυθέντας; πῶς παρειμένους; τοῦτο γὰρ ἀρχὴ πτώσεώς ἐστιν. Ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, οὐ μέντοι βούλεσθαι ἐλέγχειν αὐτοὺς τέως, ἀλλὰ προσποιεῖται ἄγνοιαν, ἵνα διορθώσωνται. ∆εῖ γὰρ πρῶτον μὲν ἄγνοιαν ὑποκρίνεσθαι, μετὰ δὲ ταῦτα, ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπάγειν, ὥστε μὴ ἀπαναισχυντῆσαι. Ὅπερ καὶ Μωϋσῆς ἐποίησεν ἐπὶ Ζαμβρὶ καὶ τῆς Χασβίτιδος. Μετανοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν. Οὐχ εὗρε μετάνοιαν, ἢ ὅτι μετανοίας μείζονα ἥμαρτεν, ἢ ὅτι μετάνοιαν ἀξίαν οὐκ ἐπεδείξατο. Ἔστιν ἄρα ἁμαρτήματα με 63.215 τανοίας μείζονα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ πέσωμεν πτῶμα ἀνίατον· ἕως ἂν ᾖ χωλεία τὸ πρᾶγμα, εὔκολον γενέσθαι ὀρθόν· ἐὰν δὲ ἐκτραπῶμεν, τί ἔσται λοιπόν; Τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, καί φησιν ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν· τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τἀναντία παραινεῖ, οὕτω λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἰδοὺ μαρτυρεῖ ὅτι ἐξέπεσον. Ὁ μὲν γὰρ ἑστὼς, ἀκούων ὅτι πεσόντα οὐκ ἔστι συγγνώμης τυχεῖν, σφοδρότερος ἔσται, καὶ ἀσφαλέστερος περὶ τὴν στάσιν· ἂν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῇ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· ποίᾳ γὰρ ἐλπίδι τὴν μεταβολὴν ἐπιδείξεται; Οὐ μόνον δέ φησιν, Ἐδάκρυσεν, ἀλλὰ καὶ, Ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, λέγων, Μετανοίας τόπον οὐχ εὗρεν· ἀλλ' ἀσφαλίζεται αὐτοὺς μᾶλλον διὰ τούτου πρὸς τὸ μὴ πεσεῖν. Ὅσοι τοίνυν ἀπιστοῦσι τῇ γεέννῃ, ταῦτα ἀναμιμνησκέσθωσαν· ὅσοι νομίζουσιν ἀτιμώρητα ἁμαρτάνειν, ταῦτα λογιζέσθωσαν. ∆ιὰ τί Ἡσαῦ οὐκ ἔτυχε συγγνώμης; Ὅτι οὐ μετενόησεν ὡς ἐχρῆν. γʹ. Θέλεις ἰδεῖν μετάνοιαν ἀκριβῆ;