1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

156

Ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν. ∆ιηγούμενος γὰρ ἡμῖν τὰ κατ' αὐτὸν ὁ εὐαγγελιστὴς, φησὶ, Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. ∆ιὰ τοῦτο καὶ ἀφείθη αὐτῷ τὸ τοιοῦτον ἁμάρτημα, ὅτι μετενόησεν ὃν ἔδει τρόπον. Καίτοι οὔπω τὸ θῦμα προσενήνεκτο, οὔπω ἡ θυσία ἐγεγένητο, οὔπω ἦρτο ἡ ἁμαρτία, ἔτι ἐκράτει καὶ ἐτυράννει. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ οὕτω ῥᾳθυμίας ἦν ἡ ἄρνησις, ὅσον ἐγκαταλείψεως τοῦ Θεοῦ παιδεύοντος αὐτὸν εἰδέναι τὰ ἀνθρώπινα μέτρα, καὶ μὴ ἀντιλέγειν τοῖς παρὰ τοῦ διδασκάλου λεγομένοις, μηδὲ μείζονα τῶν ἄλλων φρονεῖν, ἀλλ' εἰδέναι ὅτι χωρὶς Θεοῦ οὐδὲν γενέσθαι δυνατὸν, καὶ ὅτι, Ἐὰν μὴ ὁ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἄκουε πῶς ἀσφαλιζόμενος, καὶ πείθων μετριάζειν, εἶπε πρὸς αὐτὸν μόνον ὁ Χριστός· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο σινιάσαι σε ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ ὅτι μᾶλλον ἁπάντων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο συγχωρεῖται πεσεῖν, ἀπαρνήσασθαι τὸν διδάσκαλον, διὰ τοῦτο καὶ κλαίει πικρῶς, καὶ τὰ ἄλλα τὰ ἑξῆς τοῦ κλαυθμοῦ ὁμοίως ποιεῖ. Τί γὰρ οὐκ ἐποίησε; μυρίοις κινδύνοις ἑαυτὸν περιέβαλε μετὰ ταῦτα, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ἀνδρείαν καὶ τὸ παράστημα τῆς ψυχῆς. Μετενόησε καὶ ὁ Ἰούδας, ἀλλὰ κακῶς· ἀπήγξατο γάρ. Μετενόησεν, ὅπερ ἔφην, καὶ Ἡσαῦ· μᾶλλον δὲ οὗτος οὐδὲ μετενόησε· τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ μᾶλλον· καὶ δείκνυσι τὰ ἑξῆς. Μετενόησεν ὁ μακάριος ∆αυῒδ οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ τὴν πάλαι γεγενημένην ἁμαρτίαν, μετὰ τοσαῦτα ἔτη, μετὰ τοσαύτας γενεὰς, ὡς νεωστὶ συμβᾶσαν ἐπένθει. Τὸν γὰρ μετανοοῦντα οὐκ ὀργίζε 63.216 σθαι χρὴ οὐδὲ ἀγριαίνειν, ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσμένον, ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡς καταδεδικασμένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα μόνου, ὡς ἀγνώμονα περὶ τὸν εὐεργέτην φανέντα, ὡς ἀχάριστον, ὡς ἀδόκιμον, ὡς μυρίων κολάσεων ἄξιον. Ἐὰν ταῦτα λογίζηται, οὐκ ὀργισθήσεται, οὐκ ἀγανακτήσει, ἀλλὰ πενθήσει, κλαύσει, στενάξει καὶ ὀδυρεῖται νύκτα καὶ ἡμέραν. Τὸν μετανοοῦντα οὐδέποτε χρὴ λήθῃ παραδοῦναι τὴν ἁμαρτίαν, ἀλλὰ τὸν μὲν Θεὸν παρακαλεῖν μὴ μνησθῆναι αὐτῆς, αὐτὸν δὲ μηδέποτε ἐπιλαθέσθαι αὐτῆς· ἐὰν ἡμεῖς αὐτῆς μνημονεύωμεν, ὁ Θεὸς αὐτῆς ἐπιλήσεται. Παρ' ἡμῶν αὐτῶν δίκην λάβωμεν, ἡμῶν αὐτῶν κατηγορήσωμεν· οὕτως ἐξιλεωσόμεθα τὸν κριτήν. Ἁμαρτία γὰρ ὁμολογουμένη ἐλάττων γίνεται, μὴ ὁμολογουμένη δὲ χείρων. Ἂν γὰρ προσλάβῃ ἁμαρτία τὴν ἀναισχυντίαν καὶ τὴν ἀγνωμοσύνην, οὐδέποτε στήσεται· πῶς δαὶ ὅλως ὁ τοιοῦτος δυνήσεται φυλάξασθαι πάλιν μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὁ τὸ πρότερον οὐκ εἰδὼς ὅτι ἥμαρτεν; Μὴ τοίνυν ἀρνώμεθα, παρακαλῶ, μηδὲ ἀναισχυντῶμεν, ἵνα μὴ καὶ ἄκοντες δῶμεν τιμωρίαν. Ἤκουσε Κάϊν παρὰ τοῦ Θεοῦ, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καί φησιν, Οὐκ οἶδα· μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Εἶδες πῶς τοῦτο χαλεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο; Ἀλλ' οὐχ ὁ πατὴρ αὐτοῦ οὕτως, ἀλλὰ τί; Ἀκούσας, Ἀδὰμ, ποῦ εἶ; φησὶν, Ἤκουσα τῆς φωνῆς σου, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Μέγα ἀγαθὸν, ἐπιγινώσκειν τὰ ἁμαρτήματα, καὶ μιμνήσκεσθαι αὐτῶν διηνεκῶς· οὐδὲν οὕτω θεραπεύει πλημμέλειαν, ὡς μνήμη διηνεκής· οὐδὲν οὕτως ὀκνηρὸν ἄνθρωπον ποιεῖ πρὸς κακίαν. Οἶδα ὅτι ἀποπηδᾷ, καὶ οὐκ ἀνέχεται τὸ συνειδὸς ὑπὸ τῆς μνήμης μαστίζεσθαι τῶν κακῶν· ἀλλ' ἄγξον τὴν ψυχὴν, καὶ ἐπίθες αὐτῇ κημόν· καθάπερ γὰρ ἵππος δυσήνιος, οὕτω δυσανασχετεῖ, καὶ οὐ βούλεται πεῖσαι ἑαυτὴν ὅτι ἥμαρτε. Τοῦτο δὲ ὅλον ἐστὶ σατανικόν. Ἀλλ' ἡμεῖς αὐτὴν πείθωμεν ὅτι ἥμαρτεν, ἵνα καὶ μετανοήσῃ, καὶ ἵνα μετανοήσασα ἀπαλλαγῇ τῶν κολάσεων. Πῶς ἀξιοῖς συγγνώμης τυχεῖν, εἰπέ μοι, ἐπὶ τοῖς ἁμαρτήμασι, μηδέπω ταῦτα ὁμολογήσας; Πάντως ἐκεῖνός ἐστιν ἐλέους καὶ φιλανθρωπίας ἄξιος ὁ ἡμαρτηκώς· σὺ δὲ μηδέπω πείσας σαυτὸν ἡμαρτηκέναι, πῶς ἀξιοῖς ἐλεηθῆναι, ἐπὶ τοῖς πλημμελήμασιν οὕτως ἀναισχυντῶν;