1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

163

καταναλίσκον. αʹ. Ὅπερ ἀλλαχοῦ φησι, Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, καὶ ἀπὸ τούτου ποιούμενος τὴν παράκλησιν τὴν ἐπὶ τοῖς κακοῖς οἷς κατὰ τὸν παρόντα βίον ὑπομένομεν, τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ, καί φησιν, Ἔχωμεν χάριν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ, βέβαιοι μένωμεν. Οὐ γὰρ μόνον οὐκ ὀφείλομεν ἀποδυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσι. ∆ι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ· τουτέστιν, Οὕτω γὰρ ἔστιν εὐαρέστως λατρεύειν τῷ Θεῷ, εὐχαριστοῦντα ἐν ἅπασι. Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, Ὃ γὰρ ἂν ἐργάσηταί τις γογγύζων, ὑποτέμνεται καὶ ἀπώλεσε τὸν μισθὸν, καθάπερ οἱ Ἰσραηλῖται· ἴστε γὰρ ἡλίκην ἐκεῖνοι δίκην ἔτισαν ὑπὲρ γογγυσμῶν. ∆ιό φησι, Μηδὲ γογγύζετε. Οὐκ ἄρα ἔστιν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότα πάντων αὐτῷ καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων. Μετὰ αἰδοῦς καὶ εὐλαβείας· τουτέστι, μηδὲν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἀλλὰ συστέλλωμεν ἑαυτοὺς, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Μετ' αἰδοῦς καὶ εὐλαβείας. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὅρα πῶς τὰ παρόντα προστάττει φυλάττειν αὐτούς· καὶ οὐχὶ προστίθησιν ἕτερα· οὐ γὰρ εἶπε, Γίνεσθε φιλάδελφοι, ἀλλὰ, Μενέτω ἡ φιλαδελφία. Καὶ πάλιν οὐκ εἶπε, Φιλόξενοι γένεσθε, ὡς οὐκ οὖσιν, ἀλλὰ, Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ εἰκὸς ἀπὸ τῶν θλίψεων γίνεσθαι. Εἶτα καὶ ἐπάγει ὅπερ ἱκανὸν ἦν μᾶλλον προτρέψαι, λέγων· Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὁρᾷς ὅση ἡ τιμὴ, ὅσον τὸ κέρδος; Τί ἐστιν, Ἔλαθον; Οὐκ εἰδότες, φησὶν, ἐξένισαν. ∆ιὰ τοῦτο καὶ μέγας ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας, ἐξένισεν· ἐπεὶ, εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Τινὲς ἐνταῦθα καὶ τὸν Λὼτ αὐτὸν αἰνίττεσθαί φασι, καὶ δι' αὐτὸν εἰρηκέναι αὐτό. Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Ὅρα πόσος περὶ σωφροσύνης ὁ λόγος αὐτῷ. Εἶπεν, Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμόν· καὶ πάλιν, Μή τις ἢ πόρνος, ἢ βέβηλος· νῦν πάλιν φησὶ, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Πανταχοῦ δὲ μετὰ ἐπιτιμίου ἡ ἀπαγόρευσις. Καὶ πῶς, σκόπει ἐντεῦθεν· Εἰρήνην, εἰπὼν, διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, ἐπήγαγεν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἐνταῦθα δὲ, Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεὸς, καὶ πρότερον θεὶς τὸ, Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, εἶτα ἐπιτίμιον ἐπαγαγὼν, δείκνυσιν ὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν. Εἰ γὰρ γάμος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται. Ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται. Οὐκ εἶπε πάλιν, Μηδεὶς ἔστω πόρνος· ἀλλ' 63.226 ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Οὐκ εἶπεν, ὅτι Μηδὲν κτήσησθε, ἀλλ', Ἀφιλάργυρος ὁ τρόπος ἔστω· τουτέστιν, ἐλεύθερος ὁ νοῦς ἔστω, δεικνύτω τὸ φιλόσοφον ἡ γνώμη· δείξει δὲ, ἐὰν μὴ ζητῶμεν τὰ περιττὰ, ἐὰν τῆς χρείας μόνον γενώμεθα. Καὶ γὰρ ἀνωτέρω ἔλεγε, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ταῦτα ὥστε μὴ εἶναι φιλαργύρους παραινεῖ. Ἀρκούμενοι, φησὶ, τοῖς παροῦσιν. Εἶτα καὶ ἐνταῦθα ἡ παραμυθία, ὥστε μὴ ἀπαγορεύειν· Αὐτὸς γὰρ, φησὶν, εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἰδοὺ πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. Τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, Εἰρήνην διώκετε μετὰ πάντων. Τοῦτο καὶ Θεσσαλονικεῦσι παρῄνει, ὥστε ἔχειν αὐτοὺς ἐν τιμῇ ὑπὲρ ἐκπερισσοῦ. Μνημονεύετε, φησὶ, τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ποία ἀκολουθία