1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως· οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, 62.707 οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.

γʹ. Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν

καὶ κοῦφον πρᾶγμα καὶ τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειαν καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρημάτων καταφρονῆσαι; οὐ δύνασαι δαπανῆσαι τὰ ὄντα εἰς τοὺς δεομένους; Θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν, οὐκ ἀφίης, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφ' ὧν ἔχεις ἐξ αὐτοῦ ἀπαιτῇ; Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μολύβδου βαρύτερον.

Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου, οὐ χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενὸς, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται. Ἐλύπησεν ὁ δεῖνα καὶ ὕβρισε καὶ ἔσκωψεν; ἀλλ' ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν ∆εσπότην, καὶ ἄνες καὶ συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· ἐννόησον, ὅτι ἐὰν μὴ ἀφῇς, οὐ δυνήσῃ τοῦτο μετὰ παῤῥησίας εἰπεῖν· ἂν δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν.

Καὶ ποῦ ἴσον τὰ εἰς τοὺς ὁμοδούλους ἀφιέντα τῶν εἰς τὸν ∆εσπότην ἡμαρτημένων τὴν 62.708 ἄφεσιν λαβεῖν; ἀλλ' ὅμως τυγχάνομεν τῆς τοσαύτης φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων, καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ καρποῦσαι τὸ κέρδος, ἐννόησον, πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες διεξέρχονται λέγοντες· ἀγαθὸς ἀνὴρ, εὐκατάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα, τίς οὐκ ἐλεήσει; τίς οὐ συγγνώσεται ἁμαρτόντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες ὅτι καὶ ὑμῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφιῶμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, ἀφεθήσεται καὶ ἡμῖν, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν ταπεινοὶ ὦμεν· καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας. Εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλλον καὶ ἡμεῖς, ἂν ταπεινοὶ ὦμεν καὶ συντετριμμένοι, δυνησόμεθα πολλῆς φιλανθρωπίας τυχεῖν· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτήματα, καὶ καταγινώσκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμηξόμεθα τοῦ ῥύπου.

Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύουσαι. Πάντοθεν τοίνυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές· ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων