1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

ἐφείσατο μητρός; τίς δ' ἂν πᾶσαν ἡδονὴν, πᾶσαν κακίαν παρέλιπε; Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἀπὸ μιᾶς οἰκίας μόνης ἐγώ σε πεῖσαι πειράσομαι.

Πῶς; Ἐὰν ὑμῶν τῶν ταῦτα ἐρωτώντων, καὶ οἰκέτας ἐχόντων, δῆλον ποιήσω τούτοις, ὅτι, κἂν διαφθείρωσι τὴν δεσποτείαν, καὶ εἰς τὸ σῶμα ἐκείνων ἐνυβρίσωσι, κἂν πάντα ἐκφέρωσι, κἂν τὰ ἄνω κάτω ἐργάσωνται, καὶ τὰ τῶν ἐχθρῶν αὐτοὺς διαθῶσιν, οὐκ ἀπειλοῦσιν, οὐ κολάζουσιν, οὐ τιμωρήσονται, οὐδὲ μέχρι ῥημάτων λυπήσουσιν· ἆρα δοκεῖ ταῦτα ἀγαθότητος εἶναι; Ἀλλ' ἐγὼ δείκνυμι, ὅτι ὠμότητός ἐστι τῆς ἐσχάτης, οὐ μόνον τῷ τὴν γυναῖκα καὶ τὰ παιδία προδίδοσθαι διὰ ταύτης τῆς ἀκαίρου χρηστότητος, ἀλλὰ καὶ τῷ αὐτοὺς ἐκείνους πρὸ τούτων ἀπόλλυσθαι. Καὶ γὰρ μέθυσοι καὶ ἀσελγεῖς καὶ ἀκόλαστοι καὶ ὑβρισταὶ καὶ πάντων θηρίων ἔσονται ἀλογώτεροι. Τοῦτο οὖν ἀγαθότητος, εἰπέ μοι, εὐγένειαν τῆς ψυχῆς καταπατῆσαι, καὶ αὐτοὺς καὶ ἀλλήλους προσαπολέσαι; Ὁρᾷς, ὅτι τὸ εὐθύνας ἀπαιτεῖν τοῦτό ἐστι τὸ πολλῆς χρηστότητος ὄν; Καὶ τί λέγω οἰκέτας τοὺς προχειρότερον ἐπὶ τὰ ἁμαρτήματα ταῦτα ἐρχομένους; Ἀλλ' ἐχέτω τις υἱοὺς, καὶ πάντα ἐπιτρεπέτω τολμᾷν ἐκείνοις, καὶ μὴ κολαζέτω, τίνος οὖν οὐκ ἔσονται χείρους, εἰπέ μοι; Εἶτα ἐπὶ μὲν ἀνθρώπων τὸ κολάζειν ἀγαθότητος, τὸ δὲ μὴ κολάζειν ὠμότητος, ἐπὶ δὲ Θεοῦ οὐκέτι; Ὥστε ἐπειδὴ ἀγαθός ἐστι, διὰ τοῦτο γέενναν προητοίμασε. Βούλεσθε καὶ ἄλλην εἴπω ἀγαθότητα τοῦ Θεοῦ; Οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ τοὺς ἀγαθοὺς οὐκ ἀφίησι γενέσθαι κακούς. Εἰ γὰρ ἔμελλον τῶν αὐτῶν τυγχάνειν, πάντες ἂν ἦσαν κακοί· νῦν δὲ οὐ μικρῶς καὶ τοῦτο παραμυθεῖται τοὺς ἀγαθούς.

Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς, τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Οὐχ ὑπερηδόμενος, μὴ γένοιτο, ἀλλὰ δεδοικὼς μὴ τὰ αὐτὰ πάθῃ, καθαρώτερον τὸν ἑαυτοῦ βίον ἐργάσεται. Πολλῆς ἄρα τοῦτο κηδεμονίας ἐστί. Ναὶ, φησίν· ἀλλ' ἀπειλῆσαι μόνον ἐχρῆν, μὴ μέντοι καὶ κολάσαι. Εἰ κολάζει, καὶ λέγεις, ὅτι ἀπειλὴ τὸ πρᾶγμά ἐστι, καὶ διὰ τοῦτο ῥᾳθυμότερος γίνῃ· εἰ ὄντως ἀπειλὴ μόνον ἦν, οὐκ ἂν ὑπτιώτερος γέγονας; Οἱ Νινευῖται εἰ ᾔδεσαν ὅτι ἀπειλὴ μόνον τὸ πρᾶγμα ἦν, οὐκ ἂν 62.719 μετενόησαν· ἐπειδὴ δὲ μετενόησαν, μέχρι ῥημάτων τὴν ἀπειλὴν ἔστησαν. Βούλει αὐτὸ ἀπειλὴν εἶναι; σὺ κύριος εἶ τοῦ πράγματος· γενοῦ βελτίων, καὶ ἵσταται μέχρι τῆς ἀπειλῆς· ἂν δὲ, ὅπερ ἀπείη, καταφρονήσῃς τῆς ἀπειλῆς, ἥξεις ἐπὶ τὴν πεῖραν· οἱ πρὸ τοῦ κατακλυσμοῦ, εἰ τὴν ἀπειλὴν ἔδεισαν, οὐκ ἂν τὴν πεῖραν ὑπέμειναν.

Καὶ ἡμεῖς, ἐὰν φοβηθῶμεν τὴν ἀπειλὴν, οὐχ 62.720 ὑποστησόμεθα τὴν πεῖραν· μηδὲ γένοιτο· ἀλλὰ παράσχοι ὁ φιλάνθρωπος Θεὸς πάντας ἡμᾶς ἐντεῦθεν ἤδη σωφρονισθέντας, τῶν ἀποῤῥήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.