1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

2

αὐτὸν ἐν δεσμοῖς εἶναι (εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησεν, οὐκ ὄντος σφόδρα ἐπισήμου, ὡς Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου)· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι· διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσάγει παράκλησιν ὑπὲρ τῶν δεσμῶν, δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. Εἶτα καὶ περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης, ταύτην εἶναι ἀσφάλειαν αὐτοῖς διδάσκων μεγίστην, καὶ οὕτω τῶν ἐχθρῶν αὐτοὺς εὐκόλως δύνασθαι περιγενέσθαι. Οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοῖς διδασκάλοις ὑμῶν, ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς. Τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ Εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ. βʹ. Παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμόνοια γίνεται, καὶ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθμίσας αὐτοὺς, 62.180 καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει. Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν προτίθησιν ἐπιπληκτικὸν οὐδαμοῦ, ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδεμίαν δοῦναι τῷ διδασκάλῳ λαβὴν, μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ' ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. Ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ἡ πόλις αὕτη πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα, εἴ γε ὁ δεσμοφύλαξ (ἴστε δὲ, ὅτι πάσης τὸ πρᾶγμα κακίας μεστὸν) εὐθέως ὑπὸ ἑνὸς σημείου καὶ προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός. Τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτός· τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ καὶ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. Ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτὸν εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίαν τοῦτο πεποιηκότες, τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. Μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνον, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιίᾳ, δι' ὧν φησιν. ὅτι Καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε, οὐδενὸς ἑτέρου τοῦτο πεποιηκότος. Οὐδεμία γάρ μοι, φησὶν, Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως· τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον, ἢ προαιρέσεως δείκνυσι λέγων· Οὐχ ὅτι οὐκ ἐφρονεῖτε, φησὶν, ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ. Τοῦτο δὲ πολὺ πρὸς αὐτοὺς φίλτρον ἔχειν ἐμφαίνει. Ὅτι γὰρ ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· Οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· καὶ πάλιν, ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου. γʹ. Ταῦτα οὖν εἰδότες καὶ ἡμεῖς, καὶ τοσούτους ἔχοντες τύπους ἀγάπης, ἑαυτοὺς παρέχωμεν ἀξίους τῶν τοιούτων ὑποδειγμάτων, περὶ τὸ πάσχειν ὑπὲρ Χριστοῦ ἕτοιμοι γινόμενοι. Ἀλλὰ νῦν οὐκ ἔστιν ὁ διωγμός. Οὐκοῦν κἂν μηδὲν ἕτερον, μιμώμεθα αὐτῶν τὴν εὐποιίαν τὴν μετὰ σφοδρότητος, μηδὲ, ἐὰν ἅπαξ δῶμεν καὶ δεύτερον, τὸ πᾶν ἡγώμεθα πεπληρωκέναι· διὰ παντὸς γὰρ τοῦ βίου τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἅπαξ εὐαρεστεῖν δεῖ, ἀλλὰ διηνεκῶς. Καὶ γὰρ ὁ τρέχων, ἐὰν δέκα διαύλους δραμὼν, τὸν ὕστερον ἀφῇ, τὸ πᾶν ἀπώλεσε· καὶ ἡμεῖς, ἐὰν ἀρξάμενοι τῶν ἀγαθῶν ἔργων, ὕστερον ἐκλυθῶμεν, τὸ πᾶν ἀπωλέσαμεν, τὸ πᾶν διεφθείραμεν. Ἄκουε τῆς ἐπωφελοῦς παραινέσεως λεγούσης· Ἐλεημοσύναι, φησὶ, καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ ποίησον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, οὐδὲ δέκατον, οὐδὲ ἑκατοστὸν, ἀλλὰ