1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

7

ὑμᾶς ὄντας. Πολὺν τέως δείκνυσιν ἐνταῦθα αὐτοῦ τὸν πόθον, εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχε, καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος Φιλιππησίων ἐμέμνητο. Οὐ μικρὸν δὲ τῶν ἀνδρῶν τὸ ἐγκώμιον, τὸ μεμνῆσθαι ὑπὸ τοῦ ἁγίου τούτου· ἐπειδὴ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν ὀρθῶν. Ὥστε τὸ ἀγαπᾶσθαι παρὰ Παύλου οὕτω σφοδρῶς, τεκμήριόν ἐστι τινὰ εἶναι μέγαν καὶ θαυμαστόν. Καὶ ἐν τῇ ἀπολογίᾳ, φησὶ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Καὶ τί θαυμαστὸν, εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς; Οὐδὲ γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν, φησὶ, καθ' ὃν εἰσῄειν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατέ μου τῆς μνήμης. Οὕτω γάρ ἐστι τυραννικὸν ὁ ἔρως ὁ πνευματικὸς, ὡς μηδενὶ παραχωρεῖν καιρῷ, ἀλλ' ἀεὶ τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ μηδεμίαν θλῖψιν ἢ ὀδύνην συγχωρεῖν περιγενέσθαι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισίν· οὕτω καὶ φιλία τοῦ ἀγαπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν. Καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, φησίν. Ἄρα τὰ δεσμὰ βεβαίωσις τοῦ Εὐαγγελίου ἦν, ἄρα ἀπολογία. Καὶ πάνυ ὑγιῶς· ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ, ἔδοξεν ἂν εἶναι ἀπατεών· νῦν δὲ πάντα ὑπομένων, καὶ δεσμὰ καὶ θλῖψιν, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει, ἀλλὰ διὰ τὸν Θεὸν τὸν ἀνταποδιδόντα. Οὐδεὶς γὰρ ἂν καὶ ἀποθανεῖν εἵλετο καὶ τοσούτους κινδύνους ἀναδέξασθαι, οὐδεὶς ἂν καὶ βασιλεῖ τοιούτῳ κατεδέξατο προσκροῦσαι, τῷ Νέρωνι λέγω, εἰ μὴ πρὸς ἕτερον ἑώρα βασιλέα πολλῷ μείζονα. Ἄρα βεβαίωσις τοῦ Εὐαγγελίου ἦν τὰ δεσμά. Ὅρα πῶς ἐκ περιουσίας εἰς τὸ ἐναντίον ἅπαντα περιέτρεψεν. Ὃ γὰρ ἐνόμιζον εἶναι ἀσθένειαν καὶ κατηγορίαν, τοῦτο βεβαίωσίν φησι· καὶ εἰ μὴ τοῦτο γέγονεν, ἐν ἀσθενείᾳ ἦν. Εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. ∆ιὰ τί; Ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ διὰ τὸ συγκοινωνοὺς εἶναι τῆς χάριτος. Τί ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἦν τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά; Ναί· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ∆ιὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. Ἐπεὶ οὖν ὁρῶν ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι. Ὁ γὰρ πεῖραν ὑμῶν εἰληφὼς, καὶ μάλιστα πάντων ὑμᾶς εἰδὼς, καὶ τὰ ὑμέτερα κατορθώματα, ὅτι καὶ τοσοῦτον ἡμῶν ἀφεστη 62.187 κότες βιάζεσθε μὴ ἀπολειφθῆναι ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου πειρασμῶν κοινωνῆσαι, καὶ μηδὲν ἔλαττον ἐμοῦ ἔχειν τοῦ εἰς τοὺς ἀγῶνας ἐμβεβηκότος, αὐτοὶ οἱ πόῤῥωθεν ὄντες, δίκαιός εἰμι ταῦτα μαρτυρεῖν. ∆ιὰ τί δὲ οὐκ εἶπε, Κοινωνοὺς, ἀλλὰ, Συγκοινωνούς; Καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι συγκοινωνὸς τοῦ Εὐαγγελίου· τουτέστιν, ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ Εὐαγγελίῳ. Καὶ τὸ δὴ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι ὥστε συγκοινωνοὺς Παύλου ἀκούειν· Συγκοινωνούς μου γὰρ, φησὶ, τῆς χάριτος πάντας ὑμᾶς ὄντας. Ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι τοιοῦτοι ἔσεσθε μέχρι τέλους. Οὐ γὰρ ἔνι οὕτω λαμπρὰν ἀρχὴν σβεσθῆναι καὶ λῆξαι, ἀλλὰ μεγάλα δείκνυσι τὰ τέλη. δʹ. Ἐπεὶ οὖν ἔστι κοινωνῆσαι καὶ ἑτέρως χάριτος, καὶ πειρασμῶν καὶ θλίψεων, κοινωνῶμεν, παρακαλῶ, καὶ ἡμεῖς. Πόσοι τῶν ἐνταῦθα ἑστώτων, μᾶλλον δὲ πάντες, ἐβούλεσθε κοινωνῆσαι τῷ Παύλῳ τῶν ἀποκειμένων ἀγαθῶν! Ἔνεστιν, εἰ βούλεσθε τοῖς τὴν διακονίαν ἀναδεδεγμένοις τὴν ἐκείνου, τοῖς πάσχουσί τι δεινὸν διὰ τὸν Χριστὸν συμμαχῆσαι, βοηθῆσαι. Εἶδες ἐν πειρασμῷ τὸν ἀδελφόν; ὄρεξον χεῖρα. Εἶδες τὸν διδάσκαλον ἀγωνιζόμενον; παράστηθι. Ἀλλ' οὐδεὶς κατὰ Παῦλόν ἐστι, φησίν. Εὐθέως ἀπόνοια,