1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

8

εὐθέως κρίνουσιν. Οὐδεὶς κατὰ Παῦλόν ἐστι, κἀγὼ ὁμολογῶ· ἀλλ' Ὁ δεχόμενος, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἐκεῖνοι διὰ τοῦτο ἐθαυμάζοντο, ἐπειδὴ Παύλῳ συνέπραττον; Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ ἀναδεξαμένῳ τὸ κήρυγμα. Παῦλος διὰ τοῦτο τίμιος ἦν, ἐπειδὴ ταῦτα ἔπασχε διὰ τὸν Χριστόν. Κατὰ Παῦλον μὲν οὐδείς ἐστι. Τί λέγω κατὰ Παῦλον; Ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς τοῦ μακαρίου ἐκείνου· τὸ δὲ κήρυγμα τὸ αὐτό ἐστιν, ὅπερ καὶ τότε. Οὐκ ἐν δεσμοῖς δὲ ὄντι μόνον ἐκοινώνουν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀρχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Καὶ χωρὶς πειρασμῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον, ἀγρυπνίαν, κόπον τὸν ἐν λόγῳ, διδασκαλίαν, μέμψεις, κατηγορίας, αἰτίας, βασκανίας. Μικρὰ ταῦτα, τὸ μυρίων ἀνέχεσθαι στομάτων, ἐξὸν τὰ αὐτοῦ μεριμνᾷν; Οἴμοι, τί πάθω; ἐν μέσῳ δυοῖν ἐναπείλημμαι πραγμάτων ἀπορῶν· βούλομαι μὲν γὰρ καὶ προτρέψαι ὑμᾶς, καὶ παρακαλέσαι πρὸς τὴν συμμαχίαν καὶ τὴν ἀντίληψιν τῶν ἁγίων τοῦ Θεοῦ· δέδοικα δὲ μὴ ἕτερόν τις ὑποπτεύσῃ, ὅτι οὐχ ὑμῶν ἕνεκεν, ἀλλ' ἐκείνων ταῦτα λέγω. Ἴστε δὲ, ὅτι οὐκ ἐκείνων ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑμῶν αὐτῶν. Καὶ εἰ βούλεσθε προσέχειν, δι' αὐτῶν τῶν λόγων ὑμᾶς πείθω· οὐκ ἔστιν ἴσον ὑμῖν τὸ κέρδος, κἀκείνοις. Ὑμεῖς μὲν γὰρ ἐὰν δῶτε, ταῦτα δώσετε, ὧν καὶ μικρὸν ὕστερον καὶ ἑκόντες καὶ ἄκοντες ἀποστήσεσθε, καὶ παραχωρήσετε ἑτέροις· ἃ δὲ λαμβάνεις, πολλῷ μεγάλα ἐστὶ καὶ μείζονα. Ἢ οὐχ οὕτω διάκεισθε, ὅτι διδόντες λήψεσθε; Εἰ γὰρ μὴ οὕτω διάκεισθε, οὐδὲ δοῦναι ὑμᾶς βούλομαι· οὕτως οὐ τὸν ὑπὲρ ἐκεί 62.188 νων ποιοῦμαι λόγον Εἰ μή τις οὕτω πρότερον ἑαυτὸν διέθηκεν, ὡς λαμβάνων μᾶλλον ἢ διδοὺς, ὡς κερδαίνων μυρία, ὡς εὐεργετούμενος ἢ εὐεργετῶν, μὴ διδότω· εἰ ὡς χάριν παρέχων τῷ λαμβάνοντι, μὴ διδότω. Οὐ γὰρ τοῦτό μοι περισπούδαστον τοσοῦτον τραφῆναι τοὺς ἁγίους· κἂν γὰρ σὺ μὴ δῷς, ἕτερος δώσει. Ὥστε ὃ βούλομαι, τοῦτό ἐστιν, ὑμᾶς τῶν ὑμετέρων ἁμαρτημάτων παραμυθίαν ἔχειν· ὁ δὲ μὴ οὕτω διδοὺς, οὐχ ἕξει παραμυθίαν. Οὐ γὰρ τὸ δοῦναι, τοῦτό ἐστιν ἐλεημοσύνην ἐργάσασθαι, ἀλλὰ τὸ μετὰ προθυμίας, τὸ χαίροντα, τὸ χάριν εἰδότα τῷ λαμβάνοντι· Μὴ ἐκ λύπης γὰρ, φησὶ, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἰ μή τις τοίνυν οὕτω δίδωσι, μὴ διδότω· ζημία γὰρ τοῦτό ἐστιν, οὐκ ἐλεημοσύνη. Εἰ τοίνυν ἴστε, ὅτι ὑμεῖς κερδανεῖτε, οὐκ ἐκεῖνοι, ἴστε, ὅτι μεῖζον ὑμῖν τὸ κέρδος γίνεται. Ἐκείνοις μὲν γὰρ τὸ σῶμα τρέφεται, ὑμῖν δὲ ἡ ψυχὴ εὐδοκιμεῖ· ἐκείνοις οὐδὲν ἀφίεται τῶν ἁμαρτημάτων, ὅταν λάβωσιν, ὑμῖν δὲ τὰ πολλὰ τῶν προσκρουμάτων ὑποτέμνεται. Κοινωνῶμεν τοίνυν αὐτοῖς τῶν ἄθλων, ἵνα καὶ τῶν ἐκείνοις κοινωνήσωμεν μεγάλων ἐπάθλων. Βασιλέας υἱοποιοῦντές τινες, οὐχ ἡγοῦνται διδόναι μᾶλλον, ἢ λαμβάνειν. Υἱοποίησαι σὺ τὸν Χριστὸν, καὶ ἕξεις πολλὴν ἀσφάλειαν. Βούλει καὶ Παύλῳ κοινωνῆσαι; τί λέγω Παύλῳ, ὅπου γε Χριστός ἐστιν ὁ λαμβάνων; εʹ. Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόμενος· εἴ τίς ἐστι τῶν προεστώτων Ἐκκλησίας ἐν ἀφθονίᾳ ζῶν, καὶ μηδενὸς δεόμενος, κἂν ἅγιος ᾖ, μὴ δῷς, ἀλλὰ προτίμησον ἐκείνου τὸν ἐν ἀδείᾳ ὄντα, κἂν μὴ οὕτως ᾖ θαυμαστός. Τί δήποτε; Ὅτι καὶ ὁ Χριστὸς οὕτω βούλεται, ὡς ὅταν λέγῃ· Ἐὰν ποιῇς δεῖπνον, ἢ ἄριστον, μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς συγγενεῖς, ἀλλὰ τοὺς ἀναπήρους, τοὺς χωλοὺς, τοὺς τυφλοὺς, τοὺς μὴ δυναμένους ἀνταποδοῦναί σοι. Οὐ γὰρ ἁπλῶς δεῖ τὰς τοιαύτας δεξιώσεις ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν, ἀλλὰ τοῖς γυμνητεύουσιν, ἀλλὰ τοῖς ξένοις, ἀλλὰ τοῖς ἀπὸ πλούτου πτωχεύσασιν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐτράφην, ἀλλ', Ἐπείνων· Πεινῶντά με γὰρ, φησὶν, εἴδετε, καὶ ἐθρέψατε. ∆ιπλοῦν τὸ δικαίωμα· εἰ δὲ τὸν ἁπλῶς πεινῶντα δεῖ τρέφειν, πολλῷ μᾶλλον, ὅταν καὶ