1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

10

χαρίζεται, σπλάγχνα θερμὰ, καὶ διάπυρα· τοῖς γὰρ γνησίοις αὐτοῦ δούλοις σπλάγχνα χαρίζεται. Ἐν ἐκείνοις, φησὶ, τοῖς σπλάγχνοις· ὡς ἂν εἴ τις εἴποι· Φιλῶ ὑμᾶς σπλάγχνοις οὐ φυσικοῖς, ἀλλὰ τοῖς θερμοτέροις, τοῖς τοῦ Χριστοῦ. Ὡς ἐπιποθῶ, φησὶ, πάντας ὑμᾶς. Ἐπιποθῶ πάντας, ἐπειδὴ καὶ πάντες τοιοῦτοί ἐστε. 62.190 Οὐ τοίνυν δυνατὸν εἰπεῖν πῶς ἐπιποθῶ· οὐ γὰρ δύναμαι παραστῆσαι τῷ λόγῳ τὸν πόθον· διὰ τοῦτο τῷ Θεῷ καταλιμπάνω εἰδέναι τῷ τὰς καρδίας ἐμβατεύοντι. Οὐκ ἂν δὲ, εἰ ἐκολάκευεν αὐτοὺς, τὸν Θεὸν ἐκάλεσε μάρτυρα· οὐδὲ γὰρ ἀκίνδυνον τοῦτο. Καὶ τοῦτο, φησὶ, προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Καλῶς· ἀκόρεστον γὰρ ἀγαθὸν τοῦτο. Ὅρα πῶς φιλούμενος, ἔτι μᾶλλον ἐβούλετο φιλεῖσθαι. Ὁ γὰρ οὕτω φιλῶν, τὸν φιλούμενον οὐδαμοῦ τῆς ἀγάπης βούλεται ἵστασθαι· οὐ γὰρ ἔνι μέτρον τούτου τοῦ καλοῦ. Ὅθεν ἀεὶ αὐτὸ ὀφείλεσθαι βούλεται ὁ Παῦλος, Μηδενὶ, λέγων, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Μέτρον ἀγάπης, τὸ μηδαμοῦ ἵστασθαι. Ἵνα ἡ ἀγάπη ὑμῶν, φησὶν, ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Ὅρα τὴν διάθεσιν τῆς λέξεως. Ἔτι μᾶλλον καὶ μᾶλλον, φησὶν, ἵνα περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Οὐχ ἁπλῶς τὴν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως· τουτέστιν, οὐχ ἵνα πρὸς ἅπαντας τῇ αὐτῇ χρήσησθε ἀγάπῃ· τοῦτο γὰρ οὐκ ἀγάπης, ἀλλὰ ψυχρότητος. Τί ἐστιν, Ἐν ἐπιγνώσει; Τουτέστι, μετὰ κρίσεως μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι. Εἰσὶ γάρ τινες ἀλόγως φιλοῦντες, ἁπλῶς καὶ ὡς ἔτυχεν· ὅθεν οὐδὲ σφοδρὰς εἶναι τὰς τοιαύτας φιλίας συμβαίνει Ἐν ἐπιγνώσει, φησὶ, καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τουτέστι, τὰ συμ 62.191 φέροντα. Οὐκ ἐμοῦ ἕνεκεν ταῦτα λέγω, φησὶν, ἀλλ' ὑμῶν αὐτῶν· δέος γὰρ μή τις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης. Τοῦτο γὰρ ὅλον αἰνίττεται τῷ οὕτως εἰπεῖν. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· Οὐ δι' ἐμὲ, φησὶ, ταῦτα λέγω, ἀλλ' ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς· τουτέστιν, Ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης προσχήματι παραδέχησθε. Πῶς οὖν ἀλλαχοῦ φησιν, Εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; Εἰρηνεύετε, εἶπεν, οὐ τοῦτο δηλῶν, ὅτι Οὐχ οὕτως ἀγαπᾶτε, ὥστε ὑπὸ τῆς φιλίας βλάπτεσθαι· Εἰ γὰρ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, φησὶν, ἔκκοψον αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· ἀλλ', Ἵνα ἦτε εἰλικρινεῖς, τὸ κατὰ Θεὸν δηλονότι, καὶ ἀπρόσκοποι, τὸ κατὰ ἀνθρώπους. Πολλοὺς γὰρ πολλάκις αἱ φιλίαι βλάπτουσιν. Εἰ γὰρ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ' ἕτερος προσκόπτει. Εἰς ἡμέραν Χριστοῦ· τουτέστιν, Ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες· Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ· τουτέστι μετὰ τῶν δογμάτων καὶ βίον ὀρθὸν ἔχοντες. Οὐ γὰρ ἁπλῶς ὀρθὸν εἶναι χρὴ, ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης. Ἔστι γὰρ δικαιοσύνη, ἀλλ' οὐ κατὰ Χριστὸν, οἷον βίος ἁπλῶς ἐνάρετος· ἀλλὰ, Τῶν διὰ Ἰησοῦ Χριστοῦ, φησὶν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ δικαιοσύνην; Πολλαχοῦ δὲ δικαιοσύνην καὶ τὴν ἐλεημοσύνην λέγει. Μὴ παραβλαπτέτω ὑμᾶς, φησὶν, ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα, μηδὲ, ἐπειδὴ τὸν δεῖνα φιλεῖς, καταπέσῃς Βούλομαι μὲν αὐξάνεσθαι τὴν ἀγάπην ὑμῶν, οὐχ οὕτω μέντοι, ὡς καὶ βλάπτεσθαι· καὶ οὐχ ἁπλῶς βούλομαι προλήψει, ἀλλὰ δοκιμάσαντας, εἰ ἡμεῖς καλῶς λέγομεν. Καὶ οὐκ εἶπεν, Ἵνα τὰ ἡμέτερα αἱρῆσθε, ἀλλ', Ἵνα δοκιμάζητε. Καὶ οὐκ εἶπε φανερῶς, Μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ, Πρὸς τὸ συμφέρον βούλομαι ὑμῖν τὴν ἀγάπην γίνεσθαι, οὐχ ἵνα ἀναισθήτως διακέησθε. Ἀνόητον γὰρ, εἰ μὴ διὰ Χριστὸν τὴν δικαιοσύνην ἐργάζεσθε, καὶ δι' αὐτοῦ. Ἰδοὺ τὸ, ∆ι' αὐτοῦ, πάλιν. Ἆρα οὖν ὑπουργῷ κέχρηται τῷ Θεῷ; Ἄπαγε· οὐχ ἵνα ἐγὼ, φησὶν, ἐπαινεθῶ, οὕτως εἶπον, ἀλλ' ἵνα ὁ Θεὸς δοξάζηται. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Ὥστε τοὺς