1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

15

νόμισον εἶναι μηδὲν, ὥσπερ οὖν οὐδέ ἐστιν; ἔκβαλε τὴν ἐπιθυμίαν τοῦ πλούτου, καὶ ἐπλούτησας. Οὗτός ἐστιν ὁ πλουτῶν, ὁ μὴ θέλων πλουτεῖν· ὁ μὴ θέλων πένεσθαι, οὗτός ἐστιν ὁ πενόμενος. Καθάπερ ἐκεῖνος νοσῶν ὁ καὶ ἐν ὑγείᾳ ἀλύων, οὐκ ἐκεῖνος ὁ πάσης ὑγείας εὐκολώτερον τὴν νόσον φέρων, οὕτω καὶ ἐνταῦθα πένης ἐστὶν ὁ μὴ δυνάμενος πενίαν ἐνεγκεῖν, ἀλλ' ἐν πλούτῳ τῶν πενομένων μᾶλλον ἡγούμενος εἶναι πένης, οὐκ ἐκεῖνος ὁ 62.197 τῶν πλουτούντων μᾶλλον τὴν πενίαν εὐκολώτερον φέρων· οὗτος γάρ ἐστι μᾶλλον ὁ πλουσιώτερος. Εἰπὲ γάρ μοι, τὴν πενίαν διὰ τί δέδοικας; διὰ τί τρέμεις; οὐχὶ διὰ λιμόν; οὐχὶ διὰ δῖψος; οὐχὶ διὰ ψῦχος; ἢ οὐ διὰ ταῦτα; Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ὁ τούτων ἀπορήσας ποτέ. Ἐμβλέψατε γὰρ εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ ἐγκατελείφθη; ἢ τίς ἤλπισεν ἐπ' αὐτὸν, καὶ κατησχύνθη; καὶ πάλιν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐδένα ἂν ἔχοι τις ἡμῖν δεῖξαί τινα ταχέως διὰ λιμὸν καὶ ψῦχος ἀπολωλότα. Τίνος οὖν ἕνεκεν τρέμεις τὴν πενίαν; Οὐκ ἔχεις εἰπεῖν. Εἰ γὰρ εὐπορεῖς τῶν ἀναγκαίων, τί δήποτε τρέμεις αὐτήν; ὅτι πλῆθος οὐκ ἔστι σοι οἰκετῶν; Τοῦτο δεσποτῶν ἐστιν ἀπαλλαγῆναι, τοῦτο μακαριότης διηνεκὴς, τοῦτο φροντίδος ἐλευθερία. Ἀλλ' ὅτι καὶ σκεύη, καὶ κλῖναι, καὶ ἔπιπλα οὐκ ἔστιν ἐξ ἀργυρίου κατεσκευασμένα σοι; Τί γάρ σου πλέον ἔχει κατὰ τὴν ἀπόλαυσιν ὁ ταῦτα κεκτημένος; Οὐδέν· τὰ γὰρ τῆς χρήσεως ἴσα, ἄν τε ἀπὸ ταύτης, ἄν τε ἀπ' ἐκείνης τῆς ὕλης ᾖ. Ἀλλ' ὅτι φοβερὸς οὐκ εἶ τοῖς πολλοῖς; Μηδὲ γένοιό ποτε· ποία γὰρ ἡδονὴ τρέμειν καὶ δεδοικέναι σέ τινας; ἀλλ' ὅτι ἑτέρους φοβῇ; ἀλλ' οὐκ ἔστι φοβηθῆναι. Θέλεις γὰρ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἔξεις ἔπαινον ἐξ αὐτῆς. Ἀλλ' ὅτι εὐκαταφρόνητοί ἐσμεν, φησὶ, καὶ 62.198 πρὸς τὸ παθεῖν ἕτοιμοι κακῶς; Μάλιστα μὲν οὐχ ἡ πενία τοῦτο ποιεῖ, ἀλλ' ἡ κακία. Ἐπεὶ πολλῶν πενήτων ἀπραγμόνως τὸν πάντα βίον διαγόντων, ἄρχοντες, πλουτοῦντες καὶ δυνάσται πάντων κακούργων καὶ λῃστῶν καὶ τυμβωρύχων ἀθλιώτερον ἀπήλλαξαν. Ὅπερ γὰρ ἐπὶ σοῦ ἡ πενία, τοῦτο ἐπ' ἐκείνου ὁ πλοῦτος ἔχει. Ὥσπερ γάρ σε διὰ τὸ καταφρονεῖσθαι ἐνταῦθα ποιοῦσι κακῶς οἱ κακοῦν βουλόμενοι· οὕτως ἐκεῖνον διὰ τὸ φθονεῖν καὶ βασκαίνειν· καὶ μᾶλλον οὗτοι, ἢ ἐκεῖνοι· μᾶλλον αὕτη ἡ ἀνάγκη ἰσχυροτέρα τοῦ κακῶς ποιεῖν. Ὁ μὲν γὰρ φθονῶν, ἰσχύϊ πάσῃ καὶ δυνάμει πάντα πράττει, ὁ δὲ καταφρονῶν πολλάκις καὶ ἠλέησε τὸν καταφρονούμενον· καὶ τοῦτο αὐτὸ γέγονεν αὐτῷ αἴτιον ἀπαλλαγῆς, τὸ πένητα εἶναι, τὸ μὴ δύνασθαι ἔχειν ἰσχύν· Μεγάλα τε κατορθώσεις, λέγοντες πρὸς αὐτὸν, ἐὰν τὸν δεῖνα ἀνέλῃς, ἐὰν ἀποκτείνῃς ἕνα πένητα· πόσων οὐκ ἀπολαύσῃ μισθῶν; καὶ οὕτως αὐτῶν τὸν θυμὸν χαλῶμεν. Ἐπὶ δὲ τῶν πλουτούντων ὁ φθόνος ἐφέστηκεν, οὐ πρότερον λήγων, ἕως ἂν ὅπερ βούλεται ἐργάσηται, καὶ τὸν ἰὸν ἐκχέῃ τὸν αὑτοῦ. Ὁρᾷ ὅτι οὐχ ἡ πενία, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν, ἀλλ' ἡ ἡμετέρα προαίρεσις; Οὐκοῦν ταύτην ῥυθμίζωμεν, ταύτην παιδεύωμεν φιλοσοφεῖν. Ἂν αὕτη καλῶς ᾖ διακειμένη, οὔτε πλοῦτος ἡμᾶς ἐκβαλεῖν τῆς βασιλείας δυνήσεται, οὔτε πενία ποιήσει ἔλαττον ἔχειν· ἀλλὰ πράως τὴν πενίαν οἴσομεν, οὐδὲ εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ἀπόλαυσιν παραβλαπτόμενοι, οὐδὲ ἐνταῦθα· ἀλλὰ καὶ τούτων ἀπολαύσομεν, καὶ τῶν ἐν οὐρανοῖς ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Γʹ. Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι

ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀπο καραδοκίαν καὶ ἐλπίδα μου, ὅτι