1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

17

ἀλλ' οὐ διὰ τοῦτο οὕτως εἶπον, ὅτι ἡ ζωὴ μόνη μεγαλυνεῖ αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. Τέως δὲ, ∆ιὰ ζωῆς, φησίν· οὐκ ἀναιροῦσί με, ἀλλὰ καὶ εἰ εἷλόν με, καὶ οὕτω μεγαλυνθήσεται ὁ Χριστός. Πῶς; ∆ιὰ μὲν ζωῆς, ὅτι ἐξείλετο· διὰ θανάτου δὲ, ὅτι οὐδὲ θάνατος ἔπεισέ με ἀρνήσασθαι αὐτόν. Ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ἐκεῖ μὲν, ὅτι με ἀπήλλαξε κινδύνων· ἐνταῦθα δὲ, ὅτι με οὐκ εἴασε φοβηθῆναι τοῦ θανάτου τὴν τυραννίδα. Οὕτω μεγαλυνθήσεται διὰ ζωῆς καὶ θανάτου. βʹ. Ταῦτα δὲ λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ' ὅταν ἀποθάνῃ, ἵνα μηδὲν ἀνθρώπινον πάθωσιν. Ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, ὅρα πῶς αὐτὸ παραμυθεῖται, μονονουχὶ λέγων· Ταῦτα δὲ λέγω, φησὶν, οὐχ ὡς ἀποθανούμενος. ∆ιὰ τοῦτο ἐπήγαγε προϊών· Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Τὸ δὲ, Ἐν οὐδενὶ αἰσχυνθήσομαι, τοῦτό ἐστιν, Οὐ φέρει μοι αἰσχύνην τὸ ἀποθανεῖν, ἀλλὰ καὶ μέγα κέρδος. ∆ιὰ τί; Οὐ γὰρ ἀθάνατός εἰμι, ἀλλὰ καὶ λαμπρότερος ἔσομαι, ἢ εἰ καὶ ἀθάνατος ἤμην· οὐ γάρ 62.200 ἐστιν ἴσον ἀθάνατον ὄντα καταφρονεῖν θανάτου, καὶ θνητόν. Ὥστε οὐδὲ τοῦτο αἰσχύνη, τὸ νῦν ἀποθανεῖν· πλὴν οὐκ ἀποθανοῦμαι. Ἐν οὐδενὶ αἰσχυνθήσομαι, οὔτε ἐν τῷ ζῇν, οὔτε ἐν τῷ ἀποθανεῖν, φησίν· ἀμφότερα γὰρ γενναίως ὑποίσω, εἴτε ζῇν, εἴτε ἀποθανεῖν. Καλῶς· τοῦτο Χριστιανῆς ψυχῆς. Ἀλλ' ἐν πάσῃ, φησὶ, παῤῥησίᾳ. Ὁρᾷς, πῶς οὐκ αἰσχύνομαι; Εἰ μὲν γὰρ ὁ τοῦ θανάτου φόβος περιέκοπτέ μου τὴν παῤῥησίαν, αἰσχύνης ἄξιον τὸ ἀποθανεῖν· εἰ δὲ οὐδὲν οὗτος ἐπελθὼν ἐφόβησεν, οὐκ αἰσχύνη τοῦτο· ἀλλ' εἴτε ζῶ, διὰ τοῦ ζῇν οὐκ αἰσχυνθήσομαι· κηρύττω γὰρ τὸ κήρυγμα· εἴτε ἀποθάνω, διὰ τοῦ ἀποθανεῖν οὐκ αἰσχυνθήσομαι· οὐ κατεῖχέ με γὰρ φόβος· τὴν γὰρ αὐτὴν παῤῥησίαν ἐπιδείκνυμαι. Μὴ γὰρ, ἐπειδὴ δεσμὰ εἶπον, αἰσχύνην τὸ πρᾶγμα νομίσητε. Τοσούτων ἀγαθῶν αἴτιόν μοι γέγονεν, ὅτι καὶ ἑτέροις ἔδωκε θαῤῥεῖν. Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθέντα τὰ δεσμὰ, προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς, ἂν τοῦτο μὴ ᾖ, καὶ παῤῥησίας πρόξενα τὰ δεσμά. Μὴ ἐπειδὴ πολλάκις διέφυγον κινδύνους (καὶ ἔχω ἐπὶ τούτοις καυχᾶσθαι πρὸς τοὺς ἀπίστους), ἂν μὴ συμβῇ τι τοιοῦτον, ἤδη νομίζετε αἰσχύνεσθαι· καὶ γὰρ καὶ τοῦτο οὐχ ἧττον ἐκείνου δίδωσιν ὑμῖν τὴν παῤῥησίαν. Ὅρα πῶς ἐπὶ τοῦ οἰκείου προσώπου αὐτὸ προάγει· ὅπερ πολλαχοῦ ποιεῖ καὶ ἀλλαχοῦ, καθάπερ ἐπὶ Ῥωμαίων, Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον, φησί· καθάπερ ἐπὶ Κορινθίων· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. Οὐχ ὡς ἀγνοῶν τοῦτό φησιν· οἶδε μὲν γὰρ, ὅτι οὐκ ἀποθανεῖται τότε, ἀλλὰ μετὰ ταῦτα· πλὴν αὐτῶν προπαρασκευάζει τὴν ψυχὴν ἤδη· Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Καὶ γὰρ ἀποθανὼν, φησὶν, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. Τότε με ἀνεῖλον ἂν, εἰ ἴσχυσαν διὰ τοῦ φόβου τὴν πίστιν ἐκβαλεῖν τῆς ἐμῆς ψυχῆς· ἕως δ' ἂν Χριστὸς ᾖ μετ' ἐμοῦ, κἂν θάνατος ἐπέλθῃ, ζῶ. Καὶ ἐν τῇ ζωῇ δὲ ταύτῃ οὐ τοῦτό ἐστί μου τὸ ζῇν, ἀλλὰ ὁ Χριστός. Εἰ τοίνυν οὐδὲ ἐν τῇ ζωῇ ταύτῃ τοῦτό ἐστιν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγω· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τοιοῦτον χρὴ εἶναι τὸν Χριστιανόν. Οὐ ζῶ, φησὶ, τὴν κοινὴν ζωήν. Πῶς οὖν ζῇς, ὦ μακάριε Παῦλε; οὐχὶ τὸν ἥλιον ὁρᾷς; οὐχὶ τὸν κοινὸν ἀέρα ἀναπνεῖς; οὐχὶ ταύταις ταῖς ἁπάντων τρέφῃ τροφαῖς; οὐχὶ τὴν γῆν πατεῖς, ὥσπερ ἡμεῖς; οὐχὶ ὕπνου δέῃ; οὐχὶ ἐνδυμάτων; οὐχὶ ὑποδημάτων; Τί λέγεις, Οὐ ζῶ; Πῶς οὐ ζῇς; τί μεγαλαυχεῖς; Οὐκ ἔστι μεγαληγορία ταῦτα. Εἰ μὲν γὰρ μὴ τὰ πράγματα ἐμαρτύρει, εἰκότως ἄν τις εἴποι μεγαληγορίαν εἶναι· εἰ δὲ τὰ πράγματα μαρτυρεῖ, ποία μεγαληγορία; Πῶς οὖν οὐ ζῇ,