1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

37

ἐφείσατό σου, καὶ εἰδώς σε τοιοῦτον, οὐκ ἐξέβαλέ σε τοῦ χοροῦ· ἔτι διεβάσταζεν, ἔτι ὡς γνήσιον καὶ ἕνα τῶν δώδεκα, οὕτως ἐτίμα, οὕτως ἐφίλει. Τὸ τελευταῖον, ὢ τῆς μιαρίας! καὶ λέντιον λαβὼν ἔνιψε ταῖς ἀχράντοις ἐκείναις χερσὶ τοὺς μιαρούς σου πόδας, καὶ οὐδὲ τοῦτό σε κατέσχεν. Ἔκλεπτες τὰ τῶν πενήτων· καὶ ἵνα μὴ προέλθῃς εἰς μεῖζον κακὸν, καὶ τοῦτο ἔφερεν· ἀλλ' οὐδέν σε ἔπεισεν. Εἰ γὰρ θηρίον ἦς, εἰ γὰρ λίθος, οὐ ταῖς εὐεργεσίαις ταῖς εἰς σὲ, οὐ τοῖς θαύμασιν, οὐ ταῖς διδασκαλίαις ἔδει μεταβληθῆναι; Ἀλλὰ καὶ οὕτως ἐκτεθηριωμένον ἐκάλει, καὶ διὰ τῶν θαυμασίων ἔργων ἐπήγετό σε τὸν λίθων ἀναισθητότερον. Σὺ δὲ οὐ 62.226 δενὶ τούτων γέγονας βελτίων. Θαυμάζετε ἴσως τὴν τοσαύτην ἄνοιαν τοῦ προδότου. Οὐκοῦν φοβήθητε τὸ ἐκείνου τραῦμα· ἀπὸ φιλαργυρίας τοιοῦτος ἐγένετο, ἀπὸ τοῦ τῶν χρημάτων ἔρωτος. Ἔκκοψον τὸ πάθος· τοιαῦτα γὰρ τίκτει νοσήματα· ἀσεβεῖς ποιεῖ, καὶ τὸν Θεὸν ἀγνοεῖν παρασκευάζει, κἂν μυριάκις εὐεργετηθῶμεν. Ἔκκοψον, παρακαλῶ· οὐκ ἔστι τῶν τυχόντων, θανάτους οἶδε τίκτειν ὀλεθρίους μυρίους. Εἴδομεν τὸ ἐκείνου πάθος· φοβηθῶμεν μὴ τοῖς αὐτοῖς αὐτοὶ περιπέσωμεν. ∆ιὰ τοῦτο γέγραπται, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν καὶ ἡμεῖς· διὰ τοῦτο πάντες οἱ εὐαγγελισταὶ τοῦτο διηγήσαντο, ἵνα ἡμᾶς σωφρονίσωσι. Πόῤῥωθεν φεῦγε· οὐκ ἔστι τοῦτο μόνον φιλαργυρία, τὸ πολλῶν ἐρᾷν, ἀλλὰ τὸ ὅλως χρημάτων ἐρᾷν. Φιλαργυρία δεινὴ, τὸ πλέον τῆς χρείας αἰτεῖν. Μὴ γὰρ τάλαντα χρυσοῦ ἦν τότε τὰ πείσαντα τὸν προδότην; Τριάκοντα ἦσαν ἀργύρια· τριάκοντα ἀργυρίων προέδωκε τὸν ∆εσπότην. Ἆρα μέμνησθε, ὅτε ἔλεγον πρὸ τούτου, ὅτι οὐκ ἐν τῷ λαμβάνειν πολλὰ ἡ πλεονεξία δείκνυται, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ὀλίγα; Ἰδοὺ ὅσον κακὸν οὗτος εἰργάσατο δι' ὀλίγον χρυσίον· μᾶλλον δὲ οὐ διὰ χρυσίον, ἀλλὰ δι' ἀργύρια. Οὐκ ἔστιν, οὐκ ἔστιν ἄνδρα φιλάργυρον ἰδεῖν ποτε τοῦ Χριστοῦ τὸ πρόσωπον· ἓν τῶν ἀδυνάτων τοῦτο. Ῥίζα ἐστὶ τῶν κακῶν. Εἰ δὲ ἕν τις ἔχων κακὸν, ἐκπίπτει τῆς δόξης ἐκείνης, ὁ τὴν ῥίζαν ἐπιφερόμενος ποῦ στήσεται; Οὐκ ἔστι τὸν χρημάτων ὄντα δοῦλον, δοῦλον εἶναι Χριστοῦ γνήσιον. Αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο, ὅτι τὸ πρᾶγμα ἀδύνατον· Οὐ δύνασθε, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἐναντία γὰρ ἐπιτάττουσιν. Ὁ Χριστὸς λέγει, Φείδου τῶν πενομένων· ὁ μαμωνᾶς λέγει, Ἀπόδυσον καὶ αὐτὰ ἃ ἔχουσιν· ὁ Χριστὸς λέγει, Κένωσον ἅπερ ἔχεις· ὁ μαμωνᾶς λέγει, Λάβε καὶ ἅπερ ἔχουσιν. ʹ. Εἶδες ἐναντίωσιν, εἶδες πόλεμον; Βούλεσθε δείξωμεν πῶς οὐ δύναταί τις ἀμφοτέρων ῥᾳδίως ὑπακούειν, ἀλλ' ἑνὸς δεῖ καταφρονῆσαι; ἢ οὐ δεῖ λόγου; Πῶς; Ἐν τοῖς ἔργοις οὐχ ὁρῶμεν τοῦτο, τὸν Χριστὸν μὲν καταφρονούμενον, τὸν δὲ μαμωνᾶν τιμώμενον; Ὁρᾶτε πῶς καὶ τὰ ῥήματα φορτικά; πόσῳ μᾶλλον τὰ πράγματα; Ἀλλ' ἐπὶ τῶν πραγμάτων οὐ φαίνεται φορτικὰ ὁμοίως, ἐπειδὴ τῷ πάθει κατεχόμεθα. Νῦν μὲν γὰρ κἂν ὀλίγον ᾖ καθαρεύουσα τοῦ πάθους ἡ ψυχὴ, ἕως ἂν ἐνταῦθα ἑστήκῃ, δύναται κρίνειν ὀρθῶς· ἐκεῖ δὲ ἀπελθοῦσα, καὶ κατασχεθεῖσα τῷ πυρετῷ, καὶ ἐν τῇ ἡδονῇ τοῦ πράγματος γενομένη, οὐκ ἔχει καθαρὸν τὸ κριτήριον, οὐκ ἔχει τὸ δικαστήριον ἀδέκαστον· ὁ Χριστός φησιν, Ἐὰν μή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου μαθητής· ὁ μαμωνᾶς φησι, Λάβε ἀπὸ τοῦ πεινῶντος τὸν ἄρτον· ὁ Χριστὸς λέγει, Περίβαλε τὸν γυμνόν· οὗτος λέγει, Τὸν γυμνὸν ἀπόδυσον· ὁ Χριστὸς λέγει, Τοῦ σπέρματός σου τοὺς οἰκείους οὐχ ὑπερόψει· ὁ μαμωνᾶς λέγει, Οὐκ ἐλεήσεις τοὺς οἰκείους τοῦ σπέρματός σου, ἀλλὰ κἂν μητέρα ἴδῃς, κἂν πατέρα, καταφρόνει. Καὶ τί λέγω πατέρα καὶ μητέρα; καὶ τὴν σαυτοῦ ψυχὴν, καὶ ταύτην ἀπόλλυε· 62.227 ἀλλ' ὅμως ἀκούεται. Οἴμοι! ὅτι ὠμὰ καὶ ἀπηνῆ καὶ θηριώδη προστάττων ἀκούεται μᾶλλον τοῦ τὰ