1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

38

ἐπιεικῆ καὶ σωτήρια ἡμῖν κελεύοντος. ∆ιὰ τοῦτο γέεννα, διὰ τοῦτο πῦρ, διὰ τοῦτο ποταμὸς πυρὸς, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Οἶδα ὅτι πολλοὶ ταῦτα οὐχ ἡδέως ἀκούουσιν ἡμῶν λεγόντων. Οὐδὲ γὰρ ἐγὼ ἡδέως αὐτὰ λέγω· τίς γὰρ χρεία ταῦτα λέγειν; Ἐβουλόμην τὰ περὶ βασιλείας ὑμῖν διηγεῖσθαι ἀεὶ, τὴν ἀνάπαυσιν, τὸ ὕδωρ τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς χλόης. Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως ἐξέθρεψέ με, καὶ εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Ἐβουλόμην ἐπὶ τοῦ τόπου λέγειν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἐβουλόμην διηγεῖσθαι τῆς τοῦ Χριστοῦ συνουσίας τὴν ἡδονήν· καίτοι γε πάντα ὑπερβαίνει λόγον, καὶ πάντα νοῦν· ἀλλ' ὅμως κατὰ δύναμιν ἐβουλόμην ταῦτα λέγειν. Ἀλλὰ τί πάθω; Οὐκ ἔνι τῷ πυρέττοντι καὶ κακῶς διακειμένῳ περὶ βασιλείας λέγειν· τέως γὰρ περὶ ὑγείας χρὴ διαλέγεσθαι. Οὐκ ἔνι τῷ δίκης ὑπευθύνῳ περὶ τιμῆς διαλέγεσθαι· τέως γὰρ τὸ ζητούμενον, δίκης ἀπαλλαγῆναι, καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας· ἂν μὴ τοῦτο γένηται, πῶς ἐκεῖνο ἔσται; ∆ιὰ τοῦτο ταῦτα λέγω συνεχῶς, ἵνα ἐπ' ἐκεῖνα ἔλθωμεν ταχέως. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο γέενναν ἠπείλησεν, ἵνα μηδεὶς εἰς γέενναν ἐμπέσῃ, ἵνα πάντες βασιλείας ἐπιτύχωμεν. Καὶ ἡμεῖς διὰ τοῦτο συνεχῶς γεέννης μεμνήμεθα, ἵνα πρὸς τὴν βασιλείαν ὑμᾶς ὠθήσωμεν, ἵνα τῷ φόβῳ μαλάξαντες ὑμῶν τὴν διάνοιαν, παρασκευάσωμεν ἄξια τῆς βασιλείας ποιεῖν. Μὴ τοίνυν δυσχεραίνετε πρὸς τὸ τῶν ῥημάτων βαρύ· τὸ γὰρ βαρὺ τῶν ῥημάτων κούφας ἡμῖν ἐργάζεται ἀπὸ τῶν ἁμαρτημάτων ψυχάς. Ἐπεὶ καὶ ὁ σίδηρος βαρύς ἐστι, καὶ ἡ σφῦρα βαρεῖα, ἀλλὰ κατασκευάζει σκεύη εὔχρηστα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὰ διεστραμμένα ὀρθοῖ· ὡς εἰ μὴ βαρεῖα ἦν, οὐκ ἂν ἴσχυσε διορθῶσαι τὴν διεστραμμένην ὕλην. Οὕτω καὶ ὁ λόγος ἡμῶν ὁ βαρὺς ῥυθμίσαι τὴν ψυχὴν ἰσχύει. Μὴ τοίνυν φεύγω 62.228 μεν τὴν βαρύτητα τῶν ῥημάτων, μηδὲ τὰς ἀπὸ τούτων πληγάς. Οὐχ ἵνα διακλάσῃ, οὐδ' ἵνα διαθρύψῃ τὴν ψυχὴν, καταφέρεται ἡ πληγὴ, ἀλλ' ἵνα διορθώσηται. Οἴδαμεν πῶς πλήττομεν, πῶς ἐπάγομεν τὴν πληγὴν τῇ τοῦ Θεοῦ χάριτι, ὥστε μὴ συντρίψαι τὸ σκεῦος, ἀλλ' ὥστε λεᾶναι, ὥστε ὀρθῶσαι, ὥστε ποιῆσαι εὔχρηστον τῷ ∆εσπότῃ, ὥστε αὐτὸ προσενεγκεῖν ἀποστίλβον τὴν ὑγείαν, καὶ καλῶς ἐκτετορευμένον κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν ὁ ποταμὸς τοῦ πυρὸς, ὥστε προσενεγκεῖν μὴ δεόμενον τῆς ἐκεῖ πυρᾶς. Ἂν γὰρ μὴ πυρώσωμεν ὑμᾶς ἐνταῦθα, ἀνάγκη πάντως πυρωθῆναι ἐκεῖ, καὶ οὐκ ἔνι ἄλλως· Ἡ γὰρ ἡμέρα Κυρίου ἐν πυρὶ ἀποκαλύπτεται. Κρεῖσσον τοῖς ἡμετέροις λόγοις ὑμᾶς κατακαυθῆναι πρὸς βραχὺ, ἢ διαπαντὸς ἐκείνῃ τῇ φλογί. Πάντως γὰρ ὅτι τοῦτο ἔσται, δῆλον, καὶ πολλάκις ὑμῖν εἶπον λογισμοὺς ἀναντιῤῥήτους. Ἔδει μὲν γὰρ ἀπὸ τῶν Γραφῶν πείθεσθαι μόνον· ἐπειδὴ δὲ φιλονείκως τινὲς διάκεινται, καὶ ἀπὸ τῶν λογισμῶν ἐκινήσαμεν πολλά. Οὐδὲν δὲ κωλύει καὶ νῦν τοὺς αὐτοὺς εἰπεῖν. Τίνες δὲ ἦσαν; ∆ίκαιός ἐστιν ὁ Θεός· πάντες ὁμολογοῦμεν τοῦτο, καὶ Ἕλληνες καὶ Ἰουδαῖοι καὶ αἱρετικοὶ καὶ Χριστιανοί. Ἀλλ' ἐνταῦθα πολλοὶ μὲν τῶν ἡμαρτηκότων ἀπῆλθον μὴ κολασθέντες· πολλοὶ δὲ καὶ τῶν κατορθωσάντων ἀπῆλθον μυρία παθόντες δεινά. Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, ποῦ τούτοις τὰ ἀγαθὰ ἀποδώσει, ποῦ ἐκείνοις τὰς τιμωρίας, εἰ γέεννα μὴ ἔστιν, εἰ ἀνάστασις μὴ ἔστι; Τοῦτο[ν] οὖν ἀεὶ καὶ ἐκείνοις καὶ ἑαυτοῖς τὸν λόγον κατεπᾴδετε, καὶ οὐκ ἀφήσει ὑμᾶς διαπιστῆσαι τῇ ἀναστάσει. Ὁ δὲ μὴ ἀπιστῶν τῇ ἀναστάσει, σπουδάσει μετὰ πολλῆς ζῇν τῆς προσοχῆς· ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ζʹ.