1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

40

θανάτου. Πῶς ἐκένωσε; Μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐνταῦθα πρὸς τὸ, Ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπε, τὸ, Ἑαυτὸν ἐκένωσεν· ἐπεὶ εἰ ὑπετάγη, οὐδὲ ταπεινοφροσύνης ἦν τὸ πρᾶγμα, εἰ μὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ μὴ παρ' ἑαυτοῦ. Εἰ γὰρ οὐκ ᾔδει, ὅτι δεῖ τοῦτο γενέσθαι, ἔσται ἀτελής· εἰ μὴ εἰδὼς περιέμενε τὸν καιρὸν τοῦ προστάγματος, ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι, καὶ πότε γενέσθαι, τίνος ἕνεκεν ὑποταγῆναι ὑπέμενεν; Ἵνα δείξῃ τὴν τοῦ Πατρὸς ὑπεροχήν. Τοῦτο οὐ Πατρός ἐστι δεῖξαι τὴν ὑπεροχὴν, ἀλλ' οἰκείαν εὐτέλειαν· οὐ γὰρ ἱκανὸν τὸ τοῦ Πατρὸς ὄνομα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατρός; Χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστι τῷ Παιδί. Ἄλλως δὲ, οὐδὲ ἱκανὴ αὕτη ἡ τιμὴ ἀπὸ τοῦ Πατρὸς διαβῆναι πρὸς τὸν Υἱόν. Χωρὶς δὲ τούτου, πάντα τὰ τοῦ Πατρὸς κοινά ἐστι τῷ Παιδί. βʹ. Ἐνταῦθα ἐπιλαβόμενοι τοῦ ῥητοῦ οἱ ἀπὸ Μαρκίωνος, Ἰδοὺ, φασὶν, οὐκ ἐγένετο ἄνθρωπος, ἀλλ', Ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος. Πῶς δὲ ἔστιν ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι; σκιὰν περιβαλλόμε 62.230 νον; Οὐκοῦν εἴδωλον τοῦτό ἐστι, καὶ οὐκ ἔστιν ἀνθρώπου ὁμοίωμα· ἀνθρώπου γὰρ ὁμοίωμα, ἄνθρωπος ἕτερος. Τί δὲ ἐρεῖς Ἰωάννῃ λέγοντι, Ὁ Λόγος σὰρξ ἐγένετο; Ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ μακάριος ἀλλαχοῦ, Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἰδοὺ, φησὶ, Καὶ σχήματι, καὶ, Ὡς ἄνθρωπος. Τοῦτο δὲ οὐκ ἔστιν ἄνθρωπος ἀληθῶς, τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τὸ σχήματι εἶναι ἄνθρωπον· τὸ γὰρ σχήματι εἶναι ἄνθρωπον, οὐκ ἔστι φύσει ἄνθρωπον εἶναι. Ὁρᾶτε μεθ' ὅσης ἐγὼ εὐγνωμοσύνης τὰ παρὰ τῶν ἐχθρῶν τίθημι; Ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γινομένη αὕτη ἐστὶν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι οὐκ ἀποκρύπτωμεν· τὸ γὰρ ἀποκρύπτειν ἀπάτη ἐστὶ μᾶλλον, ἢ νίκη. Τί οὖν φασι (πάλιν γὰρ αὐτὰ ἀναλάβωμεν); Τὸ, Σχήματι, οὐκ ἔστι φύσει, καὶ τὸ, ὡς ἄνθρωπον εἶναι, καὶ τὸ, ἐν ὁμοιώματι ἀνθρώπου εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι. Ἄρα καὶ τὸ μορφὴν δούλου λαβεῖν, οὐκ ἔστι μορφὴν δούλου λαβεῖν. Οὐκοῦν μάχη ἐνταῦθα· καὶ διὰ τί μὴ ἐκεῖνο σὺ πρότερος λύεις; Ὥσπερ γὰρ ταῦτα νομίζεις ἡμῖν ἀντικεῖσθαι, οὕτω καὶ ἡμεῖς φαμεν ἐκεῖνό σοι ἀντικεῖσθαι. Οὐ γὰρ εἶπεν, Ὡς μορφὴ δούλου, οὐδὲ, Ἐν ὁμοιώματι μορφῆς δούλου, οὐδὲ, Ἐν σχήματι μορφῆς δούλου, ἀλλὰ, Μορφὴν δούλου ἔλαβε. Τί οὖν ἐστι; καὶ γὰρ μάχη ἐστίν. Οὐδεμία μάχη, μὴ γένοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν λόγος καὶ καταγέλαστος; Μορφὴν δούλου, φασὶν, ἔλαβεν, ὅτι τὸ λέντιον περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Τοῦτο μορφὴ δούλου ἐστίν; Ἀλλ' οὐκ ἔστι τοῦτο μορφὴ δούλου, ἀλλ' ἔργον δούλου. Ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ ἕτερον μορφὴν δούλου λαβεῖν. ∆ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι Ἔργον ἐποίησε δούλου, ὃ σαφέστερον ἦν; Οὐδαμοῦ δὲ ἐν τῇ Γραφῇ μορφὴ ἀντὶ ἔργου εἴρηται. Πολὺ γὰρ τὸ μέσον· τὸ μὲν γὰρ φύσεώς ἐστι, τὸ δὲ ἐνεργείας. Καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαμοῦ τὴν μορφὴν ἀντὶ ἔργου λέγοντες λαμβάνομεν. Ἄλλως δὲ, οὐδὲ τὸ ἔργον ἐποίησε κατ' ἐκείνους, οὐδὲ μὴν διεζώσατο. Εἰ γὰρ φαντασία τὸ πρᾶγμα ἦν, οὐκ ἦν ἀλήθεια· εἰ μὴ χεῖρας εἶχε, πῶς ἔνιψεν; εἰ μὴ ὀσφὺν εἶχε, πῶς λέντιον περιεζώσατο; ποῖα δὲ καὶ ἱμάτια ἔλαβεν; Ἔλαβε γὰρ τὰ ἱμάτια αὑτοῦ, φησίν. Ὥσπερ οὖν οὐδὲ τὸ ἔργον ἐνταῦθα εὑρίσκεται γεγονὸς, ἀλλὰ ἀπάτη ἐστὶ μόνον, οὕτως οὐδὲ ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Εἰ γὰρ ἡ ἀσώματος φύσις οὐκ ἐφάνη, ἐν σώματι οὐκ ἦν. Τίς οὖν τοὺς μαθητὰς ἔνιψε; Τί οὖν πάλιν πρὸς Παῦλον τὸν Σαμοσατέα ἐροῦμεν; Καὶ τί ἐκεῖνος εἶπε, φησίν; Αὐτὸς τὸ αὐτό φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο κένωσις, τὸ φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι τοὺς ὁμοδούλους. Ἃ γὰρ εἴπομεν πρὸς Ἀρειανοὺς, ταῦτα καὶ