1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

52

ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Θʹ. Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ

εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ

Χριστοῦ Ἰησοῦ. αʹ. Εἶπεν, ὅτι τὰ κατ' ἐμὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· εἶπεν, ὅτι Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· ἐστήριξεν αὐτοὺς διὰ τούτων. Ἴσως ἂν ὑπώπτευσαν τὰ πρότερα παραμυθίας ἕνεκεν εἰρῆσθαι. Τί οὖν ποιεῖ, καὶ πῶς λύει τὴν ὑποψίαν; Τιμόθεον πέμπω πρὸς ὑμᾶς, φησί· καὶ γὰρ ἐπόθουν πάντα ἀκοῦσαι τὰ κατ' αὐτόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἵνα γνῶτε τὰ περὶ ἐμοῦ, ἀλλ', Ἵνα γνῶ τὰ ὑμέτερα; Τὰ μὲν γὰρ αὐτοῦ Ἐπαφρόδιτος πρὸ Τιμοθέου ἔμελλεν ἀπαγγέλλειν· διὸ προϊών φησιν, Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν πέμψαι πρὸς ὑμᾶς. Τὰ δὲ ὑμέτερα βούλομαι, φησὶ, μαθεῖν. Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι χρόνον παρὰ τῷ Παύλῳ διὰ τὴν ἀσθένειαν τὴν σωματικήν. Ὥστε ἀναγκαίως βούλομαι, φησὶ, μαθεῖν τὰ καθ' ὑμᾶς. Ὅρα πῶς πάντα ἀνατίθησι τῷ Χριστῷ, καὶ τὴν ἀποστολὴν τοῦ Τιμοθέου, λέγων, Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, τουτέστι, θαῤῥῶ, ὅτι ἐξευμαρίσει μοι ὁ Θεὸς τοῦτο, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Ὥσπερ ὑμᾶς, φησὶν, ἀνεκτησάμην ταῦτα ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν ἐκεῖνοι, ὅτι δι' ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων εὔφραναν· οὕτω βούλομαι καὶ τὰ καθ' ὑμᾶς μαθεῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. ∆εικνύει ἐνταῦθα, ὅτι ἐκείνους χαίρειν ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τού 62.246 τοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ, Ἵνα κἀγὼ εὐψυχῶ, τοῦτό ἐστιν, Ὥσπερ ὑμεῖς. Βαβαὶ, πόσον εἶχε τῆς Μακεδονίας πόθον! Καὶ Θεσσαλονικεῦσι τὸ αὐτὸ μαρτυρεῖ, ὡς ὅταν λέγῃ, Ἡμεῖς δὲ ἀποφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Καὶ ἐνταῦθα, Ἐλπίζω, φησὶ, πέμψαι Τιμόθεον, ἵνα γνῶ τὰ περὶ ὑμῶν· ὃ κηδεμονίας ἦν μεγίστης. Ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν μηδὲ ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ' αὐτούς· οὐ γὰρ δὴ τῷ πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο. Εἰ γὰρ τοῦτο ἐπείσθησαν οἱ μαθηταὶ, ἀναίσχυντοι ἂν ἐγένοντο· νῦν δὲ προσδοκῶντες λανθάνειν, ῥᾷον ἐπανωρθώσαντο. Καὶ τούτῳ αὐτοὺς μάλιστα ἐπέστρεψε, τῷ εἰπεῖν, Ἵνα κἀγὼ εὐψυχῶ, καὶ σπουδαιοτέρους αὐτοὺς ἐποίησεν, ὥστε μὴ ἐλθόντα Τιμόθεον, ἀλλά τινα εὑρεῖν, καὶ ἀπαγγεῖλαι αὐτῷ. Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρημένος τῷ τρόπῳ, καὶ ἀναβαλλόμενος αὑτοῦ τὴν παρουσίαν, ὥστε μεταβαλέσθαι Κορινθίους. ∆ιὰ τοῦτο καὶ ἔγραφε· Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, Οὐ γὰρ τούτῳ μόνον ἡ ἀγάπη δείκνυται, τῷ τὰ οἰκεῖα ἀπαγγέλλειν, ἀλλὰ καὶ τῷ τὰ ἐκείνων ζητεῖν μαθεῖν· μεριμνώσης γὰρ τοῦτο ψυχῆς καὶ πεφροντισμένης καὶ ἀεὶ ἐναγωνίου οὔσης. Ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς, Τιμόθεον πέμπων. Τί λέγεις; Τιμόθεον πέμπεις; τί δήποτε; Ναὶ, φησίν· Οὐδένα γὰρ ἔχω ἰσόψυχον, τουτέστι, τῶν ὁμοίως μοι μεριμνώντων, ὅστις γνησίως τὰ