1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

53

περὶ ὑμῶν μεριμνήσει. Οὐδένα οὖν οὐκ εἶχε τῶν μετ' αὐτοῦ ἰσόψυχον; Οὐδένα. Τί δὲ τοῦτό ἐστιν; Ἀντὶ τοῦ, Ὁμοίως ἐμοὶ κηδόμενον ὑμῶν καὶ φροντίζοντα. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶ, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι. Ὁ φιλῶν ὑμᾶς μετ' ἐμοῦ, Τιμόθεός ἐστιν· ἐνῆν μὲν γὰρ καὶ ἄλλους 62.247 πέμψαι, ἀλλ' οὐδεὶς τοιοῦτός ἐστιν. Ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους αὐτῷ ὁμοίως φιλεῖν. Ὅστις, φησὶ, γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· τουτέστι, πατρικῶς. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστι, τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. Τί δήποτε δὲ ἀποδύρεται ταῦτα; Παιδεύων ἡμᾶς τοὺς ἀκούοντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, παιδεύων τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν. Ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ· δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον, πρὸς πᾶσαν ταλαιπωρίαν. Τὴν δὲ δοκιμὴν αὐτοῦ, φησὶ, γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Καὶ ὅτι οὐχ ἁπλῶς λέγω, ὑμεῖς, φησὶν, αὐτοὶ ἐπίστασθε, ὅτι, ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Παρατίθεται ἐνταῦθα τὸν Τιμόθεον, εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι παρ' αὐτῶν τιμῆς. Τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ, λέγων, Μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγώ· οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτὸν, ὥστε πολὺν ἀπενέγκασθαι τὸν μισθόν. Τοῦτον μὲν οὖν, φησὶν, ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Τουτέστιν, Ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ' ἐμέ. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. Οὐ διὰ τοῦτο πέμπω αὐτὸν, ὡς μὴ ἐλευσόμενος, ἀλλ' Ἵνα εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν, ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνον ὦ ἐν ἀγνοίᾳ. Πέποιθα δὲ ἐν Κυρίῳ, φησί· τουτέστιν, ἂν ὁ Θεὸς βούληται. βʹ. Ὅρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ, καὶ οὐδὲν ἐξ οἰκείας φθέγγεται διανοίας. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου. Καὶ τοῦτον πάλιν μετὰ ἐγκωμίων τῶν αὐτῶν, ὧν καὶ τὸν Τιμόθεον, ἀποστέλλει. Ἐκεῖνον γὰρ ἀπὸ δύο τούτων συνέστησεν, ὅτι τε αὐτοὺς ἀγαπᾷ, εἰπὼν, Ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, καὶ ὅτι ἐν τῷ Εὐαγγελίῳ ηὐδοκίμησε· καὶ τοῦτον ἀπὸ τῶν αὐτῶν πάλιν διὰ τὴν αὐτὴν αἰτίαν, ἣν καὶ ἐκεῖνον, ἐπῄνεσε. Πῶς; Τὸ γὰρ εἰπεῖν ἀδελφὸν καὶ συνεργὸν, καὶ μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος ἐστὶ τὴν πολλὴν αὐτοῦ κοινωνίαν τὴν ἐν τοῖς κινδύνοις, καὶ τὰ αὐτὰ αὐτῷ μαρτυροῦντος, ἅπερ καὶ ἑαυτῷ. Τὸ δὲ, Συστρατιώτην, πλέον ἐστὶ τοῦ, Συνεργόν. Ἴσως γάρ τις ἐν μὲν ψιλοῖς πράγμασι συνήργησεν, ἐν δὲ πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν, Συστρατιώτην, καὶ τοῦτο ἐδήλωσεν. Ὑμῶν δὲ, φησὶν, ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς. Τουτέστι, Τὰ ὑμέτερα ὑμῖν χαρίζομαι. Ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν, ἢ τὸν ὑμᾶς διδάσκοντα. Πάλιν πολλὰ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι, λέγων· Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶ 62.248 αὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι ἀγαπᾶται παρ' ὑμῶν. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν ἐπισπάσασθαι. Πῶς; Ἠσθένησε, φησὶ, καὶ ἠλγεῖτε· ὑγίαινε, καὶ ἀπήλλαξεν ὑμᾶς τῆς λύπης, ἣν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ· οὐ μὴν οὐδὲ οὕτως ἔξω λύπης ἦν, ἀλλ' ἤλγει, διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς. Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον·