1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

55

θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρὸς ἐμὲ λειτουργίας. Οὗτος κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπεσταλμένος τῶν Φιλιππησίων, ὥστε τῷ Παύλῳ διακονεῖν, ἢ καὶ ἴσως τι ἀποκομίζων αὐτῷ ἐληλύθει. Ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων· ∆εξάμενος γὰρ παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν. Εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν οὕτω πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν, ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις, καὶ ταῖς ὀργαῖς τῶν βασιλέων ταῖς ὑπερβαλλούσαις. Ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετείχισται, ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν· τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν. ∆ύο τοίνυν τίθησιν, ἀφ' ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν, ὅτι μέχρι θανάτου ἐκινδύνευσε, φησὶ, δι' ἐμέ· δεύτερον δὲ, ὅτι τὸ πρόσωπον τῆς πόλεως περιθέμενος ταῦτα ἔπαθεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνῳ τοῖς πέμψασι λογίσασθαι τὸν μισθὸν, ὡς ἂν ἡ πόλις πρεσβευτὴν ἔπεμψεν. Ὥστε τὸ μετὰ θεραπείας ὑποδέξασθαι, καὶ ὑπὲρ τῶν γεγενημένων εὐχαριστῆσαι, μᾶλλόν ἐστι κοινωνῆσαι τοῖς τετολμημένοις. Καὶ οὐκ εἶπε, ∆ι' ἐμὲ, ἀλλ' ἀξιοπιστότερον αὐτὸ ποιεῖ λέγων, ὅτι ∆ιὰ τὸ ἔργον τοῦ Θεοῦ. 62.250 Οὐδὲ γὰρ δι' ἐμὲ ποιεῖ, ἀλλὰ διὰ τὸν Θεὸν ἤγγισε μέχρι θανάτου. Τί γάρ; εἰ μὴ ἀπέθανε, τοῦ Θεοῦ οἰκονομήσαντος, ἀλλ' αὐτὸς παρεβουλεύσατο καὶ ἐξέδωκεν ἑαυτὸν, ὡς κἂν ὁτιοῦν δέῃ παθεῖν, οὐκ ἀποστησόμενος τῆς πρός με θεραπείας. Εἰ δὲ ὑπὲρ τοῦ Παύλου θεραπεῦσαι εἰς θάνατον ἑαυτὸν ἐξέδωκε, πολλῷ μᾶλλον ὑπὲρ τοῦ κηρύγματος τοῦτο ἂν ἔπαθε· μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ τοῦ κηρύγματος ἦν, τὸ ὑπὲρ ἐκείνου ἀποθανεῖν. Οὐ γὰρ μόνον ὑπὲρ τοῦ μὴ θῦσαι μαρτυρίου στέφανον ἔστιν ἀναδήσασθαι, ἀλλὰ καὶ αἱ τοιαῦται προφάσεις μαρτύριον ποιοῦσι· καὶ εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πολλῷ μᾶλλον αἱ τοιαῦται, ἢ ἐκεῖναι. Ὁ γὰρ ὑπὲρ τοῦ ἐλάττονος κατατολμῶν τοῦ θανάτου, πολλῷ μᾶλλον ὑπὲρ τοῦ μείζονος. Ὥστε καὶ ἡμεῖς, ὅταν ἴδωμεν ἁγίους ἐν κινδύνοις, παραβουλευώμεθα. Οὐ γὰρ ἔνι μὴ τολμῶντα, γενναῖόν τι πρᾶξαί ποτε, ἀλλὰ ἀνάγκη τὸ[ν] τῆς ἐνταῦθα ἀσφαλείας προνοούμενον ἐκπεσεῖν τῆς μελλούσης· Ἵνα ἀναπληρώσῃ, φησὶ, τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Τί ἐστι τοῦτο; Οὐ παρῆν ἡ πόλις, ἀλλ' ἐλειτούργησέ μοι δι' ἐκείνου πᾶσαν λειτουργίαν τῷ ἐκεῖνον πέμψαι. Τὸ οὖν ὑστέρημα τῆς ὑμετέρας λειτουργίας αὐτὸς ἐνεπλήρωσεν, ὥστε καὶ κατὰ τοῦτο δίκαιος ἂν εἴη ἀπολαῦσαι τιμῆς πολλῆς, ὅτι ὅπερ ἐχρῆν πάντας ποιῆσαι, τοῦτο ἔπραξεν αὐτὸς ὑπὲρ ὑμῶν. Καὶ δείκνυσι καὶ πρώτην οὖσαν λειτουργίαν παρὰ τῶν ἐν ἀσφαλείᾳ τοῖς κινδυνεύουσι· Τὸ γὰρ ὑστέρημα τῆς λειτουργίας οὕτως εἴρηται, ὡς πρὸς ἐκείνην. Ὁρᾷς φρόνημα ἀποστολικόν; Τοῦτο οὐκ ἐξ ἀπονοίας γίνεται, ἀλλὰ ἀπὸ πολλῆς κηδεμονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, ἀλλὰ μετριάζωσι, μηδὲ μέγα τι παρεσχηκέναι νομίζωσιν, ἀλλὰ ταπεινῶνται, λειτουργίαν τὸ πρᾶγμα καλεῖ καὶ ὑστέρημα. Μὴ τοίνυν μηδὲ ἡμεῖς μέγα φρονῶμεν, τοῖς ἁγίοις παρέχοντες, μηδὲ χαρίζεσθαι αὐτοῖς ἐν τούτῳ νομίζωμεν· καὶ γὰρ ὀφείλεται τοῖς ἁγίοις παρ' ἡμῶν τὸ πρᾶγμα, καὶ οὐδὲν αὐτοῖς χαριζόμεθα. Ὥσπερ γὰρ τοῖς ἐν στρατοπέδῳ ἑστῶσι καὶ πολεμοῦσι παρὰ τῶν ἐν εἰρήνῃ ὄντων καὶ μὴ πολεμούντων ὀφείλεται τὰ τελέσματα (ὑπὲρ γὰρ ἐκείνων ἑστήκασιν οὗτοι), οὕτω καὶ ἐνταῦθα. Εἰ μὴ γὰρ ἐδίδασκεν ὁ Παῦλος, τίς ἂν αὐτὸν τότε ἐνέβαλεν εἰς δεσμωτήριον; Ὥστε λειτουργεῖν χρὴ τοῖς ἁγίοις. Πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν στρατευομένῳ βασιλεῖ τῷ ἐπιγείῳ πάντα εἰσφέρειν, καὶ ἐνδύματα καὶ τροφὰς, οὐ κατὰ