1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

57

μὲν πατὴρ ὁ σαρκικὸς ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγμα ἡγῇ· ἂν δὲ ὁ 62.252 πνευματικὸς ἀναγκάζηται τοῦτο ποιεῖν, οὐκ ἐγκαλύψῃ; μᾶλλον οὐδὲ ἡγήσῃ ἄξιον καταδύεσθαι; Ἀδοξία, φησὶ, πατρὸς, ὄνειδος τέκνων. Ἀλλὰ τί; τῷ λιμῷ φθείρεσθαι ἔδει; Ἀλλ' οὐδὲ τοῦτο εὐσεβοῦς· οὐ γὰρ βούλεται ὁ Θεός. Ἀλλὰ ὅταν εἴπωμεν πρὸς αὐτοὺς ταῦτα, εὐθέως φιλοσοφοῦσι· Γέγραπται, φησὶ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ ῥάβδον. Οὗτοι δὲ καὶ τρία καὶ τέσσαρα ἱμάτια ἔχουσι, καὶ κλίνας ἐστρωμένας. Ἐπῆλθέ μοι στενάξαι πικρὸν νῦν· εἰ δὲ μὴ ἀσχημονεῖν ἔμελλον, κἂν ἐδάκρυσα· τί δήποτε; Ὅτι περὶ μὲν τὰ τῶν ἄλλων κάρφη οὕτως ἐσμὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες αὐτοὶ ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ αἰσθανόμεθα. Εἰπέ μοι, διὰ τί γὰρ σαυτῷ τοῦτο μὴ λέγεις; Ὅτι τοῖς διδασκάλοις προστέτακται μόνον, φησίν· ὅταν οὖν ὁ Παῦλος λέγῃ, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, πρὸς τοὺς διδασκάλους λέγει μόνους; Οὐδαμῶς, ἀλλὰ πρὸς πάντας ἀνθρώπους. Καὶ δῆλον ἄνωθεν τὸ χωρίον διεξιοῦσιν· εἰπὼν γὰρ, Πορισμὸς μέγας ἐστὶν ἡ εὐσέβεια μετὰ αὐταρκείας· εἶτα, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· εὐθέως ἐπήγαγεν· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. εʹ. Εἶδες ὅτι πρὸς πάντας ὁ λόγος εἴρηται; Τί δέ; ὅταν λέγῃ πάλιν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐχὶ πᾶσιν ἁπλῶς διαλέγεται; Τί δὲ ὅταν λέγῃ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει; τί δὲ ὅταν λέγῃ, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, περὶ χήρας διαλεγόμενος; μὴ καὶ ἡ χήρα διδάσκαλός ἐστιν; οὐχὶ αὐτὸς εἶπεν, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός; Εἰ δὲ ἡ χήρα, ἔνθα καὶ ἡ ἡλικία γηραλέα· τὸ γὰρ γῆρας πολλῆς δεῖται θεραπείας, καὶ αὐτὴ ἡ φύσις· τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν· εἰ τοίνυν, ἔνθα καὶ ἡ ἡλικία καὶ ἡ φύσις κώλυμα, οὐκ ἀφίεται αὐτὴν σπαταλᾷν, ἀλλὰ καὶ τεθνηκέναι αὐτήν φησιν (οὐ γὰρ ἁπλῶς εἶπε μὴ σπαταλᾷν, ἀλλ', Ἡ σπαταλῶσα, ζῶσα τέθνηκε· καὶ ἐξέκοψεν αὐτήν· ἡ γὰρ τεθνηκυῖα ἐκκέκοπται)· ποίαν ἕξει συγγνώμην ἄνθρωπος ταῦτα ποιῶν, ἐφ' οἷς ἡ γυνὴ ἡ γεγηρακυῖα κολάζεται; Ἀλλὰ ταῦτα οὐδεὶς οὐδὲ εἰς ἔννοιαν λαμβάνει, ταῦτα οὐδεὶς ἐξετάζει. Ἐγὼ δὲ νῦν ταῦτα εἰπεῖν ἠναγκάσθην, οὐχὶ τοὺς ἱερέας ἀπαλλάξαι ἐγκλημάτων βουλόμενος, ἀλλ' ὑμῶν φειδόμενος. Ἐκεῖνοι μὲν οὖν, ἂν μὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούωσιν, ἅτε χρηματιζόμενοι, οὐδὲν παρ' ὑμῶν βλάπτονται· ἀλλ' ἄν τε εἴπητε, ἄν τε μὴ εἴπητε, λόγον τῷ δικαστῇ διδόασιν ἐκεῖ· ὥστε οὐδὲν αὐτοὺς τὰ ὑμέτερα βλάπτει ῥήματα. Ἂν δὲ καὶ ψευδῆ ᾖ τὰ παρ' ὑμῶν λεγόμενα, ἐκεῖνοι μὲν οὖν ἐκέρδανον συκοφαντούμενοι εἰκῆ, ὑμεῖς δὲ ἑαυτοὺς ἐντεῦθεν βλάπτετε. Ἐπὶ δὲ ὑμῶν οὐχ οὕτως ἐστίν· ἀλλ' ἄν τε ἀληθῆ ᾖ, ἄν τε 62.253 ψευδῆ τὰ κατ' αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλάπτεσθε. Τί δήποτε; Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες τοὺς διδασκάλους, καὶ τὴν τάξιν ἀνατρέποντες· εἰ γὰρ ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον διδάσκαλον· ἂν δὲ ψευδῆ, ἀφόρητος ἡ κόλασις καὶ ἡ τιμωρία· παντὸς γὰρ ῥήματος ἀργοῦ δώσετε λόγον. Ὥστε ὑμῶν ἕνεκεν πάντα ποιοῦμεν καὶ κάμνομεν. Ὅπερ δὲ ἔφην, οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ, οὐδεὶς λέγει πρὸς ἑαυτὸν τούτων οὐδέν. Βούλεσθε καὶ ἕτερα προσθῶ; Ἐὰν μή τις ἀποτάξηται, φησὶν ὁ Χριστὸς, πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τί ὅταν λέγῃ, ∆ύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; τί δὲ ὅταν λέγῃ, Οὐαὶ