1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

64

δεσποτῶν μᾶλλον ἡμᾶς κατατείνουσαι. Ταῦτα ἀπὸ τοῦ πλούτου κερδαίνειν ἔστι μόνον, ἕτερον δὲ οὐδὲν, ἐπειδὴ οὐ βουλόμεθα· ἐπεὶ εἴ γε ἠθέλομεν, τὸν οὐρανὸν ἂν αὐτὸν ἐκληρονομήσαμεν ἀπὸ πλούτου. Οὐκοῦν καλὸν ὁ πλοῦτος, φησίν. Οὐχ ὁ πλοῦτος τοῦτο ποιεῖ, ἀλλ' ἡ τοῦ κεκτημένου προαίρεσις· ὅτι γὰρ προαίρεσις τοῦτο ποιεῖ, σκόπει ἐντεῦθεν· ἔνεστι καὶ τὸν πένητα κατακληρονομῆσαι τὸν οὐρανόν. Ὅπερ γὰρ πολλάκις εἶπον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς προσέχει, ἀλλὰ τῇ προαιρέσει τῶν παρεχόντων. Ἔνεστι καὶ ἐν πενίᾳ ὄντα, καὶ ὀλίγα δόντα, τὸ πᾶν ἀπενέγκασθαι. Τὰ γὰρ κατὰ δύναμιν ὁ Θεὸς ἀπαιτεῖ· οὔτε πλοῦτος προξενεῖ τὸν οὐρανὸν, οὔτε πενία τὴν γέενναν, ἀλλ' ἑκάτερα προαίρεσις ἀγαθὴ καὶ μοχθηρά. Ταύτην οὖν διορθώσωμεν, ταύτην ἀνακτησώμεθα, ταύτην ῥυθμίσωμεν, καὶ πάντα ἡμῖν ἔσται εὔκολα. Καθάπερ γὰρ ὁ τεχνίτης, ἄν τε σιδηροῦν, ἄν τε χρυσοῦν σκέπαρνον ἔχῃ, ὁμοίως ἐργάζεται τὰ ξύλα, μᾶλλον δὲ ἐν τῷ σιδηρῷ πλέον· οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον μᾶλλον διὰ τῆς πενίας ἡ ἀρετὴ κατορθοῦται. Περὶ μὲν γὰρ τοῦ πλούτου φησὶν ὁ Χριστὸς, Εὐκολώτερον κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Περὶ δὲ τῆς πενίας οὐδὲν τοιοῦτον ἀπεφήνατο, ἀλλὰ καὶ τοὐναντίον· Πώλησον τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, ὡς ἐκ τῆς προαιρέσεως τῆς ἀκολουθήσεως οὔσης. εʹ. Μὴ τοίνυν φεύγωμεν τὴν πενίαν, ὡς πονηρόν· βασιλείας γάρ ἐστι πρόξενος· καὶ πάλιν μὴ διώκωμεν τὸν πλοῦτον, ὡς ἀγαθόν· τοὺς γὰρ μὴ προσέχοντας ἀπόλλυσιν· ἀλλὰ πανταχοῦ τὸ ὄμμα πρὸς τὸν Θεὸν ἀνατείνοντες, χρώμεθα εἰς δέον τοῖς ὑπηργμένοις ἡμῖν παρ' αὐτοῦ, καὶ δυνάμει σώματος, καὶ περιουσίᾳ χρημάτων, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἄτοπον γὰρ ὑπ' αὐτοῦ γενομένους, ἑτέροις ταῦτα παρέχειν χρήσιμα, ἀλλὰ μὴ τῷ πεποιηκότι ἡμᾶς. Ἐποίησέ σοι ὀφθαλμούς· τούτους αὐτῷ πάρεχε χρησίμους, μὴ τῷ διαβόλῳ. Πῶς δὲ αὐτῷ παρέξεις; Τὰ κτίσματα αὐτοῦ θεωρῶν, καὶ δοξάζων αὐτὸν, καὶ ἀπάγων τῆς τῶν γυναικῶν ὄψεως. Ἀλλ' ἐποίησέ σοι χεῖρας; Ταύτας αὐτῷ κέκτησο, μὴ τῷ διαβόλῳ, μὴ εἰς ἁρπαγὰς καὶ πλεονεξίας, ἀλλ' εἰς ἐντολὰς καὶ εὐποιίας, καὶ εἰς εὐχὰς ἐκτενεῖς ἀνατείνων αὐτὰς, εἰς τὸ τοῖς πεπτωκόσιν ὀρέγειν χεῖρα. Ἐποίησέ σοι ὦτα; Ταῦτα αὐτῷ πάρεχε, ἀλλὰ μὴ τοῖς διακεκλασμένοις μέλεσι, μηδὲ ταῖς αἰσχραῖς ἀκοαῖς· Πᾶσα γὰρ διήγησίς σου, φησὶν, ἐν νόμῳ Ὑψίστου ἔστω· καὶ πάλιν, Ἐν πλήθει, φησὶ, πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, αὐτῷ προσκολλήθητι. Ἐποίησέ σοι στόμα; Τοῦτο μηδὲν πραττέτω τῶν μὴ δοκούντων αὐτῷ, 62.262 ἀλλὰ ψαλμῳδίας, ὕμνους, ᾠδὰς πνευματικὰς ᾀδέτω· Ἵνα δῷ χάριν, φησὶ, τοῖς ἀκούουσιν, εἰς οἰκοδομὴν, καὶ μὴ εἰς καταστροφὴν, εἰς εὐφημίαν, καὶ μὴ εἰς κατηγορίαν, μὴ εἰς ἐπιβουλὰς, ἀλλὰ πᾶν τοὐναντίον. Ἐποίησέ σοι πόδας, οὐχ ἵνα τρέχῃς ἐπὶ κακίαν, ἀλλ' ἐπὶ ἀγαθά· ἐποίησέ σοι γαστέρα, οὐχ ἵνα διαῤῥηγνύῃς αὑτὴν, ἀλλ' ἵνα φιλοσοφῇς· ἔθηκεν ἐπιθυμίαν πρὸς παιδοποιίαν, ἀλλ' οὐ πρὸς πορνείαν, καὶ μοιχείαν· ἔδωκέ σοι νοῦν, οὐχ ἵνα αὐτὸν βλασφημῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ' ἵνα εὐφημῇς· ἔδωκε καὶ χρήματα, ἵνα εἰς δέον αὐτοῖς χρώμεθα· καὶ ἰσχὺν, ἵνα καὶ ταύτῃ εἰς δέον ὦμεν κεχρημένοι. Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν πνευματικῶν ἀποχωρίσωμεν ἑαυτοὺς, οὐχ ἵνα ταῖς βαναύσοις προσέχωμεν τέχναις, ἀλλὰ ταῖς ἀναγκαίαις· ἵνα ἀλλήλοις ὑπηρετῶμεν, οὐχ ἵνα ἀλλήλοις ἐπιβουλεύωμεν. Ἔδωκεν ὄροφον, ἵνα στέγῃ τὸν ὑετὸν τοσοῦτον μόνον, οὐχ ἵνα καλλωπίζηται οὗτος μὲν τῷ χρυσῷ, ὁ δὲ πένης διαφθείρηται τῷ λιμῷ· ἔδωκεν ἱμάτια, ἵνα σκεπώμεθα, οὐχ ἵνα ἐπιδεικνυώμεθα, οὐχ ἵνα ταῦτα μὲν ᾖ πολὺ ἔχοντα χρυσίον, ὁ δὲ Χριστὸς γυμνὸς ἀπολλύηται· ἔδωκε στέγην, οὐχ ἵνα μόνος ἔχῃς, ἀλλ' ἵνα