1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

71

τὸ πάντων δεινότερον, ὅτι ἐν ἀλλοτρίᾳ ὄντες, καὶ κεράτια ἐσθίοντες, οὐ λέγομεν· Ἐπιστρέψωμεν πρὸς τὸν Πατέρα καὶ εἴπωμεν· Ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ εἰς σὲ, καὶ Πατέρα οὕτως ἔχοντες φιλόστοργον, σφόδρα ποθοῦντα ἡμῶν τὴν ἐπάνοδον· ὡς ἂν μόνον ἀποστῶμεν τῆς κακίας, ἂν πρὸς αὐτὸν ἐπανέλθωμεν μόνον, οὐδὲ ἐγκαλέσαι λοιπὸν ὑπὲρ τῶν προτέρων ἀνέχεται· μόνον ἀποστῶμεν· ἱκανὴ γὰρ ἀπολογία τὸ ἐπανελθεῖν. Τί λέγω, ἐγκαλέσαι οὐκ ἀνέχεται; οὐ μόνον αὐτὸς οὐκ ἐγκαλεῖ, ἀλλὰ, κἂν ἕτερος ἐγκαλῇ, ἐπιστομίζεται, κἂν εὐδοκιμηκὼς ᾖ ὁ ἐγκαλῶν. Οὐκοῦν ἐπανέλθωμεν· μέχρι τίνος ἀφιστάμεθα; λάβωμεν αἴσθησιν τῆς ἀτιμίας, λάβωμεν αἴσθησιν τῆς εὐτελείας· ἡ κακία χοίρους εἶναι ποιεῖ, ἡ κακία λιμὸν φέρει τῇ ψυχῇ. Ἀνακτησώμεθα ἑαυτοὺς καὶ ἀναλήψωμεν, καὶ ἐπανέλθωμεν ἐπὶ τὴν προτέραν εὐγένειαν, ἵνα τύχωμεν τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΒʹ. Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω

ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. αʹ. Οὐδὲν οὕτω κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς μνήμη τῶν εἰργασμένων ἡμῖν ἀγαθῶν. ∆ύο γὰρ τίκτει κακὰ, ῥᾳθυμοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει. ∆ιόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων; Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατει 62.270 ληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων· σχολῇ γοῦν ἐκεῖνοι μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες τοῦτο ἂν ἔπραξαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦμαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δρομέως εἴποι τις, Οὔπω κατέλαβεν. Οὐδέπω τὸ πᾶν ἤνυσα, φησίν. Εἰ δὲ λέγει ἀλλαχοῦ, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, καὶ ἐνταῦθα, Οὐδέπω λογίζομαι κατειληφέναι, ἀναγνούς τις ἀμφότερα, εἴσεται καλῶς τὴν αἰτίαν καὶ ἐκείνων καὶ τούτων τῶν ῥημάτων. Οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν, καὶ ἡμᾶς πάντα διδάσκειν, καὶ ὅτι ταῦτα πολὺ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῷ τέλει. Οὔπω λογίζομαι κατειληφέναι, 62.271 φησὶν, ἀλλ' ἑνός εἰμι μόνου, τοῦ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Τοῦτο γάρ ἐστιν ὅ φησιν, Ἓν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πῶς εἰπὼν τοῦτο, ἐδήλωσε τί ἦν ὃ ἐποίει αὐτὸν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁ μὲν οὖν ἤδη τετελειῶσθαι νομίζων, καὶ μηδὲν αὐτῷ λείπειν πρὸς ἀρετῆς κατόρθωσιν, κἂν ἐπαύσατο τρέχων, ὡς τὸ πᾶν κατειληφώς· ὁ δὲ ἀφεστάναι τοῦ τέρματος ἔτι νομίζων, οὐδέποτε παύσεται τρέχων. Τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά. Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. Οὐ μὴν ἀνέπεσον, φησὶν, ἐπειδὴ τοσοῦτον δραμὼν οὐκ ἴσχυσα, οὐδὲ ἀπέγνων, ἀλλ' ἔτι τρέχω, ἔτι ἀγωνίζομαι· τοῦτο μόνον σκοπῶ, ὅπως δὴ προκόπτοιμι. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπιλανθάνεσθαι τῶν κατορθωμάτων, καὶ ἀφιέναι αὐτὰ ὀπίσω. Καὶ γὰρ ὁ δρομεὺς οὐχ ὅσους ἤνυσεν ἀναλογίζεται διαύλους, ἀλλ' ὅσους λείπεται. Καὶ ἡμεῖς μὴ