1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

73

ἐνταῦθα, εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βραβεῖον. Ὅσοι οὖν τέλειοι, φησὶ, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ποῖον τοῦτο; Τὸ, ὅτι δεῖ τῶν ὄπισθεν ἐπιλανθάνεσθαι· ὥστε τελείου τὸ μὴ νομίζειν ἑαυτὸν τέλειον εἶναι. Πῶς τοίνυν λέγεις, Ὅσοι τέλειοι; εἰπὲ γάρ μοι, τοῦτο φρονοῦμεν ὃ σὺ φρονεῖς; Εἰ γὰρ μὴ ἔλαβες, μηδὲ τετελείωσαι, πῶς τοὺς τελείους τοῦτο κελεύεις φρονεῖν, ὃ καὶ αὐτὸς φρονεῖς οὐδέπω τέλειος ὤν; Τοῦτο γάρ ἐστι, φησὶ, τελειότης; Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Τουτέστιν, Εἰ δέ τις νομίζει τὸ πᾶν κατωρθωκέναι. Ἀσφαλίζεται αὐτούς· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅρα πῶς συνεσταλμένως τοῦτό φησιν· Ὁ Θεὸς ὑμᾶς διδάξει· τουτέστιν, Ὁ Θεὸς ὑμᾶς πείσει, οὐχὶ διδάξει ἁπλῶς· ἐδίδασκε μὲν γὰρ ὁ Παῦλος, ἀλλ' ὁ Θεὸς ἐνῆγε. Καὶ οὐκ εἶπεν, Ἐνάξει, ἀλλ', Ἀποκαλύψει, ἵνα δόξῃ μᾶλλον ἀγνοίας εἶναι τὸ πρᾶγμα. Οὐ περὶ δογμάτων ταῦτα εἴρηται, ἀλλὰ περὶ βίου τελειότητος, καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι. Ὡς ὅ γε 62.273 νομίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τί ἐστι; Τέως φησὶν, ὃ κατωρθώσαμεν, κατέχωμεν, τὸ τῆς ἀγάπης, τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατώρθωται. Εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Εἰς ὃ ἐφθάσαμεν· τουτέστι, Τοῦτο ἡμῖν ἤδη κατώρθωται. Ὁρᾷς ὅτι κανόνα βούλεται εἶναι τὰ παραγγέλματα; Ὁ κανὼν οὔτε πρόσθεσιν, οὔτε ἀφαίρεσιν δέχεται, ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι. Τῷ αὐτῷ κανόνι· τουτέστι τῇ αὐτῇ πίστει, τῷ αὐτῷ ὅρῳ. Μιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. Εἶπεν ἀνωτέρω, Βλέπετε τοὺς κύνας, ἀπήγαγεν αὐτοὺς ἐκείνων· προσάγει τούτοις, οὓς δεῖ μιμεῖσθαι, λοιπόν. Εἴ τις ἡμᾶς μιμεῖσθαι βούλεται, φησὶν, εἴ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνοις προσέχετε· εἰ καὶ ἐγὼ μὴ πάρειμι, ἀλλ' ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον, τουτέστι, τῆς ἀναστροφῆς τοῦ βίου. Οὐ γὰρ διὰ ῥημάτων μόνον ἐδίδασκεν, ἀλλὰ καὶ διὰ πραγμάτων· καθάπερ ἐν χορῷ καὶ στρατοπέδῳ τὸν χορηγὸν καὶ στρατηγὸν δεῖ μιμεῖσθαι τοὺς λοιποὺς, καὶ οὕτω βαδίζειν εὐτάκτως· ἔνι γὰρ καὶ ἀπὸ στάσεως διαλυθῆναι τάξιν. γʹ. Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες. Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπηκριβωμένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγμα κεῖσθαι καὶ νόμους ἐμψύχους. Ἅπερ γὰρ τὰ γράμματα ἔλεγε, ταῦτα διὰ τῶν πραγμάτων πᾶσιν ἐδήλουν οὗτοι. Τοῦτό ἐστι διδασκαλία ἀρίστη· οὕτω τὸν μαθητὴν ἐνάγειν ὁ διδάσκων δυνήσεται. Ἂν δὲ αὐτὸς μὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος. Τοῦτο γὰρ καὶ τῷ μαθητῇ κοῦφον, ἐν λόγοις φιλοσοφεῖν· ἀλλὰ δεῖ τῆς διὰ τῶν ἔργων νουθεσίας καὶ τῆς ἀγωγῆς· αὕτη γὰρ καὶ διδάσκαλον αἰδέσιμον ποιεῖ, καὶ μαθητὴν εἴκειν παρασκευάζει. Πῶς; Ὅταν μὲν γὰρ ἴδῃ ἐν λόγοις φιλοσοφοῦντα, ἐρεῖ, ὅτι ἀδύνατα ἐπέταξεν· ὅτι δὲ ἀδύνατα, πρῶτος αὐτὸς δείκνυσιν ὁ διδάσκαλος μὴ πράττων. Ἂν δὲ ἴδῃ διὰ τῶν ἔργων τὴν ἀρετὴν τετελειωμένην, οὐκ ἂν ἔχοι ταῦτα λέγειν. Πλὴν ἀλλὰ κἂν ἠμελημένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡμεῖς ἑαυτοῖς προσέχωμεν, καὶ ἀκούωμεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐκ ἔχεις ἐνάρετον διδάσκαλον; ἀλλ' ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ μόνον διδάσκαλον χρὴ καλεῖν· ἀπ' ἐκείνου μάθετε· ἐκεῖνος ἔφησε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι. Μὴ δὴ πρόσεχε τῷ διδασκάλῳ, ἀλλ' ἐκείνῳ καὶ τοῖς ἐκείνου μαθήμασιν· ἐκεῖθεν λάβε τὸν τύπον· ἔχεις εἰκόνα ἀρίστην·