1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

79

πολλοῖς καὶ αὗται συνέπραττον. Οὐ μικρῶς οὖν τότε συνεκροτοῦντο αἱ Ἐκκλησίαι· τῷ γὰρ τοὺς εὐδοκίμους, εἴτε ἄνδρας, εἴτε γυναῖκας, τοσαύτης παρὰ τῶν λοιπῶν ἀπολαύειν τιμῆς, πολλὰ ἐγίνετο τὰ καλά. Πρῶτον μὲν γὰρ οἱ λοιποὶ πρὸς τὸν ἴσον ἤγοντο ζῆλον· δεύτερον δὲ καὶ ἐκέρδαινον διὰ τῆς τιμῆς· τρίτον καὶ αὐτοὺς ἐκείνους προθυμοτέρους ἐποίουν καὶ σφοδροτέρους. ∆ιὰ τοῦτο πανταχοῦ ὁρᾷς ἐπιμελούμενον τούτου τὸν Παῦλον, καὶ παρατιθέμενον τοὺς τοιούτους· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶν, Οἵτινές εἰσιν ἀπαρχὴ τῆς Ἀχαΐας. Τινὲς δέ φασιν ὄνομα ἐκεῖνο κύριον εἶναι τὸ, Σύζυγε· πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ' ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυμάζειν. δʹ. Πάντα ἡμῖν ἐν οὐρανοῖς ἐστι, καὶ Σωτὴρ καὶ πόλις, καὶ ὅ τι ἂν εἴποι τις· Ἐξ οὗ, φησὶ, καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Καὶ τοῦτο τῆς φιλανθρωπίας αὐτοῦ. Αὐτὸς πάλιν ἔρχεται πρὸς ἡμᾶς, οὐχ ἡμᾶς ἕλκει ἐκεῖ, καὶ οὕτω λαβὼν ἡμᾶς ἄπεισι· καὶ τοῦτο πολλῆς τῆς τιμῆς. Εἰ γὰρ πρὸς ἐχθροὺς ὄντας ἦλθε, πολλῷ μᾶλλον πρὸς φίλους γενομένους. Οὐκ ἐπιτρέπει τοῦτο ἀγγέλοις, οὐδὲ δούλοις, ἀλλ' αὐτὸς ἐπὶ τῶν νεφελῶν ἔρχεται καλέσων ἡμᾶς εἰς τὰ βασίλεια αὐτοῦ. Τάχα δὲ καὶ οἱ αὐτοῦ, τιμώμενοι ὑπ' αὐτοῦ, ἀρθήσονται διὰ νεφελῶν. Καὶ ἡμεῖς γὰρ, φησὶν, ἐν νεφέλαις ἁρπαγησόμεθα οἱ τιμῶντες αὐτὸν, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τίς ἄρα εὑρεθῇ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος; τίνες ἄρα οἱ καταξιούμενοι τῶν τοσούτων ἀγαθῶν; πῶς ἐλεεινοὶ οἱ ἀποπίπτοντες; Εἰ γὰρ τὸν πάντα χρόνον ἐκλαίομεν τῆς βασιλείας ἀποτυχόντες, ἆρά τι ἄξιον ἐποιοῦμεν; Εἰ γὰρ μυρίας γεέννας εἴπῃς, οὐδὲν ἴσον ἐρεῖς τῆς ὀδύνης ἐκείνης, ἣν ὑφίσταται τότε ἡ ψυχὴ, τῆς οἰκουμένης κλονουμένης ἁπάσης, τῶν σαλπίγγων ἠχουσῶν, τῶν ἀγγέλων προτρεχόντων, τῶν πρώτων, εἶτα δευτέρων, εἶτα τρίτων, εἶτα μυρίων ταγμάτων ἐκχεομένων εἰς τὴν γῆν, εἶτα τῶν Χερουβὶμ (πολλὰ δὲ ταῦτά ἐστι καὶ ἄπειρα)· εἶτα τῶν Σεραφὶμ, αὐτοῦ ἐρχομένου ἐπὶ τῆς δόξης ἐκείνης τῆς ἀφράστου, ἀπαντώντων, τῶν ἀφικομένων τοὺς ἐκλεκτοὺς ἄγειν εἰς μέσον· εἶτα τῶν περὶ Παῦλον, καὶ πάντων ὅσοι εὐδοκίμησαν κατ' αὐτὸν, στεφανουμένων, ἀνακηρυττομένων, τιμωμένων παρὰ τοῦ Βασιλέως ἐπὶ πάσης τῆς στρα 62.281 τιᾶς τῆς οὐρανίου. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τοὺς μὲν τιμᾶσθαι, ἐκείνους δὲ ἀτιμάζεσθαι, πόσον ἐστίν; Ἀφόρητος ἡ γέεννα, ὁμολογῶ. καὶ σφόδρα ἀφόρητος· πλὴν ἀφορητοτέρα αὐτῆς, τῆς βασιλείας ἡ ἔκπτωσις. Εἰπὲ γάρ μοι· εἴ τις βασιλεὺς, ἢ υἱὸς βασιλέως ἀπελθὼν, καὶ πολέμους κατορθώσας μυρίους, καὶ θαυμασθεὶς, καὶ ἔχων στρατόπεδον ὁλόκληρον, ἐπιβαίνοι πόλεώς τινος μετὰ τοῦ ζεύγους, μετὰ τροπαίων, μετὰ μυρίων ταγμάτων πάντων χρυσοφορούντων, μετὰ τῶν δορυφόρων τῶν περὶ αὐτὸν ἁπάντων ἀσπίδας ἐχόντων χρυσᾶς, καὶ πᾶσα ἡ πόλις ἐστεφανωμένη εἴη, καὶ πάντες οἱ τῆς οἰκουμένης ἄρχοντες μετ' αὐτοῦ, ἕποιτο δὲ αὐτῷ καὶ πᾶσα ἡλικία, ὀπίσω ἀλλογενῶν ἐθνῶν δεσμωτῶν, ὑπάρχων, σατραπῶν, ὑπάτων, τυράννων, ἀρχόντων· εἶτα ἐπὶ ἁπάσης τῆς λαμπρότητος ἐκείνης, τοὺς ἀπαντῶντας τῶν πολιτῶν δέχοιτο καὶ καταφιλοίη, καὶ χεῖρα ὀρέγοι, καὶ πάσης μεταδιδοῖ παῤῥησίας, ἢ καὶ πάντων ἑστώτων διαλέγοιτο, ὡς πρὸς φίλους, καὶ λέγοι πᾶσαν τὴν ὁδὸν ἐκείνην δι' αὐτοὺς πεποιῆσθαι, καὶ τοὺς μὲν εἰς τὰ βασίλεια ἄγοι τὰ ἑαυτοῦ, τοὺς δὲ καταλιμπάνοι, πόσης κολάσεως τοῦτο οὐκ ἄξιον, εἰ καὶ μὴ κολάζονται; Εἰ δὲ ἐπ' ἀνθρώπου οὕτω πικρὸν τὸ τῆς δόξης ταύτης ἀποπεσεῖν, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ, ὅταν αἱ ἄνω δυνάμεις πᾶσαι παρῶσι μετὰ τοῦ Βασιλέως, ὅταν οἱ δαίμονες δεδεμένοι καὶ κάτω νεύοντες, καὶ ὁ διάβολος αὐτὸς δέσμιος ἄγηται, καὶ πᾶσα ἰσχὺς ἡ ἀντικειμένη, ὅταν αἱ δυνάμεις τῶν οὐρανῶν, ὅταν