1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

81

αʹ. Μακάριοι οἱ πενθοῦντες, καὶ, Οὐαὶ τοῖς γελῶ 62.282 σι, φησὶν ὁ Χριστός. Τί οὖν ὁ Παῦλός φησι, Χαίρετε ἐν Κυρίῳ πάντοτε; οὐκ ἐναντιούμενος τῷ Χριστῷ· μὴ γένοιτο. Οὐαὶ γὰρ τοῖς γελῶσιν, εἶπεν ὁ Χριστὸς, τὸν γέλωτα τοῦ κόσμου τούτου αἰνιττόμενος, τὸν ἐπὶ τοῖς παροῦσι γινόμενον πράγμασι· καὶ τοὺς πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς πενθοῦντας ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγμένους, καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, τοὺς τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους, ἢ καὶ τὰ ἀλλότρια. Οὐκ ἔστι 62.283 δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ' ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται· ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος, χαίρει. Ἄλλως δὲ, ἔνεστι πενθεῖν μὲν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, χαίρειν δὲ ἐπὶ τῷ Χριστῷ. Ἐπειδὴ οὖν συνεθλίβοντο δι' ὧν ἔπασχον (Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, οὐ μόνον, τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), διὰ τοῦτο λέγει, Ἐν Κυρίῳ χαίρετε. Ταῦτα γὰρ οὐδέν ἐστιν, ἢ ὅτι Τοιοῦτον ἐπιδείκνυσθε βίον, ὥστε χαίρειν. Ὅταν τοίνυν τὰ κατὰ Θεὸν ὑμῖν μὴ ᾖ ἐμπεποδισμένα, χαίρετε. Ἢ τοίνυν τοῦτό φησιν, ἢ τὸ, ἐν, ἀντὶ τοῦ, σὺν, ἐστὶν, ὡσεὶ ἔλεγε· Χαίρετε σὺν Κυρίῳ πάντοτε. Πάλιν ἐρῶ, Χαίρετε. Τοῦτο θαρσύνοντός ἐστι καὶ δεικνύντος, ὅτι ὁ ἐν Θεῷ ὢν, ἀεὶ χαίρει· κἄν τε θλίβηται, κἂν ὁτιοῦν πάσχῃ, ἀεὶ χαίρει ὁ τοιοῦτος. Ἄκουσον γὰρ περὶ τῶν ἀποστόλων τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαστιγωθῆναι. Εἰ μάστιγες καὶ δεσμὰ, ἃ πάντων εἶναι δοκεῖ λυπηρότερα, χαρὰν τίκτει, τί τῶν ἄλλων δυνήσεται ἐμποιῆσαι λύπην ἡμῖν; Πάλιν ἐρῶ, Χαίρετε. Καλῶς τὸν λόγον ἐδιπλασίασεν. Ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτε, διὰ τοῦ διπλασιασμοῦ δείκνυσιν, ὅτι πάντως δεῖ χαίρειν. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Εἶπεν ἀνωτέρω, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, καὶ ὅτι τὰ ἐπίγεια φρονοῦσιν. Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἀλύετε; ὅτι ἀνθίστανται; ὅτι ὁρᾶτε τρυφῶντας αὐτούς; Μηδὲν μεριμνᾶτε. Ἤδη ἡ κρίσις ἐφέστηκεν· οὐκ εἰς μακρὰν δώσουσι λόγον τῶν πεπραγμένων αὐτοῖς. Ἀλλ' ὑμεῖς ἐν θλίψει, ἐκεῖνοι δὲ ἐν τρυφαῖς; Ἀλλ' ἤδη ταῦτα λήψεται τέλος. Ἀλλ' ἐπιβουλεύουσι, καὶ ἀπειλοῦσιν; Ἀλλ' οὐκ εἰς τέλος αὐτοῖς ταῦτα προχωρήσει· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅτε τἀναντία ἔσται. Μηδὲν μεριμνᾶτε· ἤδη τὰ τῆς ἀνταποδόσεως ἐφέστηκε. Κἂν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατεθεῖσι, κἂν πενία, κἂν θάνατος, κἂν ὁτιοῦν ἄλλο δεινὸν ᾖ, πάντα οἰχήσεται. Μηδὲν μεριμνᾶτε· ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Μία μὲν οὖν ἐκείνη παραμυθία, τὸ, Ὁ Κύριος ἐγγὺς, καὶ ἐκεῖνο, τὸ, Ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἰδοὺ καὶ ἄλλη παραμυθία, καὶ λύπης καὶ περιστάσεως καὶ πάντων τῶν ἀνιαρῶν λυτήριον φάρμακον. Ποῖον δὴ τοῦτο; Τὸ εὔχεσθαι, τὸ ἐν παντὶ εὐχαριστεῖν. Ὥστε τὰς εὐχὰς οὐ μόνον αἴτησιν εἶναι βούλεται, ἀλλὰ καὶ εὐχαριστίαν ὑπὲρ ὧν ἔχομεν. Πῶς γὰρ αἰτήσει τις τὰ μέλλοντα, ὁ τῶν προτέρων χάριν οὐκ εἰδώς; Ἀλλ' ἐν παντὶ, φησὶ, τουτέστι, πράγματι, τῇ προσευχῇ καὶ τῇ δεήσει. Ὥστε ὑπὲρ ἁπάντων εὐχαριστεῖν δεῖ, καὶ 62.284 τῶν δοκούντων εἶναι λυπηρῶν· τοῦτο γὰρ ὄντως εὐχαρίστου. Ἐκεῖνο μὲν γὰρ ἡ φύσις τῶν πραγμάτων ἀπαιτεῖ· τοῦτο δὲ ἀπὸ ψυχῆς γίνεται εὐγνώμονος, καὶ σφόδρα διακειμένης πρὸς τὸν Θεόν. Ταύτας ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν. Οὐκοῦν τοιαῦτα εὔχεσθε, ὥστε ἐπιγινώσκεσθαι. Πάντα γὰρ ὑπὲρ τοῦ συμφέροντος οἰκονομεῖ, κἂν ἡμεῖς