1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

83

ἀβουλήτων. Ὅταν γὰρ ἡμεῖς εἰρηνεύωμεν πρὸς αὐτὸν, εἰρηνεύομεν δὲ διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ' ἡμῶν ἔσται. Ὁ γὰρ οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ μὴ βουλομένους προσίεσθαι, ἂν ἴδῃ προστρέχοντας, οὐ πολλῷ πλέον αὐτὸς ἐπιδείξεται τὴν φιλίαν; Οὐδὲν οὕτως ἐχθρὸν τῆς ἡμετέρας φύσεως, ὡς κακία. Πῶς δὲ ἐχθρὸν ἡμῶν ἡ κακία, καὶ φίλον ἡ ἀρετὴ, πολλαχόθεν δῆλον· καὶ, εἰ βούλεσθε, σκοπήσωμεν τοῦτο πρῶτον ἀπὸ τῶν ἐναντίων ἑνὸς, τῆς πορνείας· Ἡ πορνεία ἐπονειδίστους καθίστησι, πένητας, καταγελάστους, εὐκαταφρονήτους πρὸς πάντας, ταῦτα διατιθεῖσα, ἅπερ ἐχθρῶν ἐστι διατιθέναι· πολλάκις δὲ καὶ νόσοις καὶ κινδύνοις περιέβαλεν αὕτη· πολλοὶ δὲ καὶ ὑπὲρ τῶν πορνῶν ἀπώλοντο, καὶ τραύματα ἔλαβον. Εἰ δὲ τὸ πορνεύειν ταῦτα προξενεῖ, τὸ μοιχεύειν πολλῷ μᾶλλον. Ἆρα οὖν καὶ ἐλεημοσύνη οὕτως; Οὐδαμῶς· ἀλλ' ὡς μήτηρ φιλόστοργος ἐν κοσμιότητι πολλῇ τὸ παιδίον καθίστησιν, ἐν εὐταξίᾳ, ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν ἀναγκαίων ποιεῖ σχολάζειν διατριβὴν, οὐκ ἀφίησιν ἡμᾶς, οὐδὲ ἀπάγει τῶν ἀναγκαίων, ἀλλὰ καὶ τὴν ψυχὴν συνετωτέραν ἐργάζεται. Οὐδὲν γὰρ πορνῶν ἀσυνετώτερον. Ἀλλὰ τί; βούλει τὴν πλεονεξίαν ἰδεῖν; Καὶ αὕτη, ἅπερ ἂν ἐχθρὸς ἡμᾶς διέθηκε, διατίθησι. Πῶς; Μισεῖσθαι καὶ αὕτη ποιεῖ παρὰ πάντων· πάντας ἡμῶν κατεύχεσθαι παρασκευάζει, καὶ τοὺς ἠδικημένους, καὶ τοὺς οὐκ ἠδικημένους, ἐκείνοις μὲν συναλγοῦντας, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότας· ὡς ἐχθροὺς κοινοὺς πάντες ὁρῶσιν, ὡς θηρία, ὡς δαίμονας· μυρίαι πανταχοῦ κατηγορίαι, ἐπιβουλαὶ, φθόνοι, ἅπερ ἐστὶν ἐχθρῶν. Ἡ δὲ δικαιοσύνη τοὐναντίον, πάντας φίλους, πάντας συνήθεις, πάντας εὐνοϊκῶς διατίθησι πρὸς ἡμᾶς· παρὰ πάντων ὑπὲρ ἡμῶν εὐχαὶ γίνονται. Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ' ἡμᾶς, οὐδεὶς κίνδυνος, οὐδεμία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισι 62.286 μετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός. γʹ. Ὁρᾷς ὅτι μᾶλλον αὕτη βελτίων; Τί δὲ, εἰπέ μοι; τὸ φθονεῖν, ἢ τὸ συνήδεσθαι βέλτιον; Ταῦτα πάντα ἐξετάσωμεν, καὶ εὑρήσομεν, ὅτι ἡ μὲν ἀρετὴ, καθάπερ μήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστησιν· ἡ δὲ κακία ἐν κινδύνοις, πρᾶγμα ἐπισφαλὲς ὑπάρχον καὶ ἐπικίνδυνον. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Οὐδένα δέδοικεν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρόν· οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέμει, καὶ μετὰ ὑποψίας ὁρᾷ. Τί δὲ λέγω τοὺς οἰκέτας; τοῦ συνειδότος οὐ φέρει τὸ δικαστήριον· οὐχ οἱ ἔξω μόνον, ἀλλὰ καὶ οἱ ἔνδον αὐτὸν κόπτουσι λογισμοὶ, οὐκ ἀφιέντες αὐτὸν ἠρεμεῖν. Τί οὖν, φησί; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν; Οὐκ εἶπε, Πρὸς ἔπαινον ὅρα, ἀλλὰ, Καὶ τὰ ἐπαινετὰ ποίει, μὴ πρὸς ἔπαινον μέντοι. Ὅσα ἀληθῆ· ψεῦδος γὰρ ταῦτα· Ὅσα σεμνά. Τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως, τὸ δὲ ἁγνὸν, τῆς ψυχῆς. Μὴ δίδοτε, φησὶ, πρόσκομμα, μηδὲ λαβήν. Ἐπειδὴ εἶπεν, Ὅσα εὔφημα, ἵνα μὴ νομίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ταῦτα πράττετε. ∆ιαπαντὸς βούλεται ἡμᾶς ἐν τούτοις εἶναι, ταῦτα μεριμνᾷν, ταῦτα ἐννοεῖν. Εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ' ἡμῶν. Ἂν δὲ πόλεμον ἐγείρωμεν, ὁ τῆς εἰρήνης Θεὸς οὐκ ἔσται μεθ' ἡμῶν. Οὐδὲν γὰρ οὕτω πολέμιον τῇ ψυχῇ, ὡς κακία· καὶ οὐδὲν αὐτὴν ἐν ἀσφαλείᾳ καθίστησι πάλιν, ὡς ἡ εἰρήνη καὶ ἡ ἀρετή· ὥστε τὰ παρ' ἡμῶν ἄρχεσθαι δεῖ, καὶ τότε τὸν Θεὸν ἐπισπασόμεθα. Οὐκ ἔστιν ὁ Θεὸς, πολέμου καὶ μάχης θεός. Οὐκοῦν κατάλυσον καὶ τὸν πόλεμον καὶ τὴν μάχην, καὶ τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· εἰρηνικὸς ἔσο πρὸς πάντας· ἐννόησον τίνας ὁ Θεὸς σώζει· Μακάριοι οἱ εἰρηνοποιοὶ, φησὶν, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. ∆ιαπαντὸς τὸν Υἱὸν τοῦ Θεοῦ μιμοῦνται οἱ τοιοῦτοι, καὶ