1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

84

μίμησαι καὶ σὺ αὐτόν· εἰρήνευσον· ὅσῳ ἄν σε πολεμῇ ὁ ἀδελφὸς, τοσούτῳ μείζων ὁ μισθός. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μετὰ τῶν μισούντων τὴν εἰρήνην, ἤμην εἰρηνικός. Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς τὸ μὴ εἶναι μνησίκακον· τοῦτο ἀφίησί σε τῶν ἁμαρτημάτων, τοῦτό σοι λύει τὰ ἐγκλήματα. Ἂν δὲ μαχώμεθα καὶ πυκτεύωμεν, μακρὰν γινόμεθα τοῦ Θεοῦ. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθραι τίκτονται, ἀπὸ δὲ τῆς ἔχθρας μνησικακίαι. Ἔκκοψον τὴν ῥίζαν, καὶ οὐκ ἔσται ὁ καρπός· οὕτω μαθησόμεθα τῶν βιωτικῶν καταφρονεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς μάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόμενον, ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνεται· ἢ γὰρ πλεονεξίας, ἢ φθόνου, ἢ κενοδοξίας ἔχει ἀρχὴν πᾶσα μάχη. Ἂν τοίνυν εἰρηνεύσωμεν, μαθησόμεθα καὶ τῶν ἐν τῇ γῇ καταφρονεῖν. Ἥρπασέ τις τὰ χρήματα; Ἀλλ' οὐδὲν ἠδίκησε, μόνον μὴ τὸν 62.287 ἄνω πλοῦτον ἁρπάσῃ, φησίν. Ἐνεπόδισέ σου τῇ δόξῃ; Ἀλλ' οὐ τῇ πρὸς Θεὸν, ἀλλὰ τῇ οὐδαμινῇ· οὐδὲ γὰρ δόξα αὕτη ἐστὶν, ἀλλ' ὄνομα δόξης, μᾶλλον δὲ καὶ ἀδοξία. Ἥρπασέ σου τὴν τιμήν; Ἀλλ' οὐχὶ τὴν σὴν, ἀλλὰ τὴν ἑαυτοῦ. Ὥσπερ γὰρ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ πρῶτον· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, εἰς αὐτὸν ἐμπίπτει. Μὴ τοίνυν ἐπιβουλεύωμεν ἑτέροις, ἵνα μὴ ἑαυτοὺς βλάπτωμεν. Ὅταν τὴν ἑτέρων δόξαν ὑποσκελίσωμεν, ἐννοήσωμεν ὅτι ἑαυτοὺς βλάπτομεν, ὅτι μᾶλλον ἑαυτοῖς ἐπιβουλεύομεν. Ἐκεῖνον μὲν γὰρ ἴσως, κἂν ἰσχύσωμεν, παρὰ τοῖς ἀνθρώποις βλάπτομεν· ἑαυτοὺς δὲ παρὰ τῷ Θεῷ ἀδικοῦμεν, παροξύνοντες αὐτόν. Μὴ δὴ βλάπτωμεν ἑαυτούς. Ὥσπερ γὰρ εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦ 62.288 μεν· οὕτως αὐτοὺς εὖ ποιοῦντες, ἑαυτοὺς εὖ ποιοῦμεν. Ὅταν οὖν σε βλάψῃ ὁ ἐχθρὸς, ἐννοήσας, ὅτι εὐηργέτησέ σε, ἐὰν νήφῃς, μὴ μόνον τοῖς ἴσοις αὐτὸν ἀμύνῃ, ἀλλὰ καὶ εὐεργέτησον. Ἀλλ' ἡ πληγὴ μένει σφοδρὰ, φησί. Τοῦτο τοίνυν ἐννόησον, ὅτι οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ' ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι. Τί οὖν; καὶ σκοπῷ, φησὶ, τοιούτῳ ποιεῖν δεῖ; Οὐ δεῖ μὲν τούτῳ ποιεῖν τῷ σκοπῷ· ὅταν δὲ μὴ φέρῃ ἡ καρδία, κἂν τούτῳ, φησὶν, αὐτὴν ἐνάγαγε, καὶ ταχέως αὐτὴν πείσεις ἀφεῖναι τὴν ἔχθραν, καὶ ὡς φίλον εὐεργετήσεις λοιπὸν τὸν ἐχθρὸν, καὶ οὕτω τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΕʹ. Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ

φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ

πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.

αʹ. Πολλάκις εἶπον, ὅτι ἡ ἐλεημοσύνη οὐ τῶν λαμβανόντων ἕνεκεν, ἀλλὰ τῶν διδόντων ἐπεισήχθη· καὶ γὰρ ἐκεῖνοί εἰσιν οἱ τὰ μέγιστα κερδαίνοντες. Τοῦτο καὶ ἐνταῦθα δείκνυσιν ὁ Παῦλος. Πῶς; Ἀπέστειλαν αὐτῷ τινα διὰ μακροῦ χρόνου Φιλιππήσιοι, αὐτὰ δὴ ταῦτα Ἐπαφροδίτῳ ἐγχειρίσαντες. Μέλλων τοίνυν αὐτὸν πέμπειν τὴν ἐπιστολὴν ἀποκομίζοντα, ὅρα πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐ τῆς τῶν