1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

91

Ἀλλ' οὐχ ἡ βασιλεία τοιαύτη τῶν οὐρανῶν· ἀλλὰ μετὰ τὸ λαβεῖν αὐτὴν, εἰρήνη, ζωὴ, χαρὰ, εὐφροσύνη. Ἀλλ', ὅπερ ἔλεγον, οὐκ ἔνι βίος ἀταλαιπώρητος. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς καὶ ὁ μάλιστα μακαριώτερος, ὁ ἐν βασιλείᾳ, τοσούτων γέμει συμφορῶν, τί οἴει ἐν τοῖς ἰδιωτικοῖς· Καὶ πόσα ἕτερα κακὰ, οὐδὲ εἰπεῖν ἔστι. Πόσοι πολλάκις καὶ μῦθοι ἀπὸ τούτων ἐπλάσθησαν, πᾶσαι σχεδὸν αἱ ἐπὶ τῆς σκηνῆς τραγῳδίαι ἀπὸ τῶν βασιλέων ὑφαίνονται, καὶ οἱ μῦθοι. Τὰ γὰρ πλείονα τῶν ἐν τοῖς μύθοις ἀπὸ τῶν γενομένων πέπλασται· οὕτω γὰρ ἔχει καὶ ἡδονήν· οἷον, τὰ Θυέστεια δεῖπνα, καὶ ὡς πᾶσα ἐκείνη ἡ οἰκία διὰ συμφορῶν κατέστρεψεν. ςʹ. Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν παρὰ τῶν ἔξωθεν συντεθέντων ἴσμεν· εἰ δὲ βούλεσθε, καὶ ἀπὸ τῶν Γραφῶν ἐροῦμεν. Ὁ Σαοὺλ πρῶτος ἐβασίλευσεν, ἀλλ' ἴστε πῶς καὶ οὗτος ἀπώλετο μυρίων πειραθεὶς κακῶν. Μετ' ἐκεῖνον ὁ ∆αυῒδ, ὁ Σολομὼν, ὁ Ἀβιὰ, ὁ Ἐζεκίας, ὁ Ἰωσίας ὁμοίως. Οὐ γὰρ ἔστι θλίψεως χωρὶς, οὐκ ἔστι πόνων χωρὶς, οὐκ ἔστιν ἀθυμίας ἐκτὸς τὸν παρόντα βίον διελθεῖν. Ἀλλ' ἡμεῖς ἀθυμῶμεν μὴ ὑπὲρ τῶν τοιούτων, ὑπὲρ ὧν οἱ βασιλεῖς, ἀλλ' ὑπὲρ τοιούτων, ὑπὲρ ὧν καὶ κέρδος ἔχομεν μέγα· Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Ὑπὲρ τούτων χρὴ λυπεῖσθαι, ὑπὲρ τούτων ἀλγεῖν, ὑπὲρ τούτων δάκνεσθαι· οὕτως ἐλυπεῖτο Παῦλος ὑπὲρ τῶν ἁμαρτανόντων, οὕτως ἐδάκρυεν· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπειδὴ γὰρ ὑπὲρ οἰκείων οὐκ εἶχε πενθεῖν, ὑπὲρ τῶν ἀλλοτρίων τοῦτο ἐποίει· μᾶλλον δὲ κἀκεῖνα οἰκεῖα ἡγεῖτο κατὰ τὸν τοῦ πένθους λόγον. Ἕτεροι ἐσκανδαλίζοντο, καὶ αὐτὸς ἐπυροῦτο· ἕτεροι ἠσθένουν, καὶ αὐτὸς ἠσθένει. Ἀγαθὸν ἡ τοιαύτη λύπη, πάσης κρείττων αὕτη χαρᾶς κοσμικῆς. Τὸν οὕτω πενθοῦντα ἐγὼ πάντων τῶν ἀνθρώπων προκρίνω· μᾶλλον δὲ καὶ αὐτὸς τοὺς οὕτω πενθοῦντας μακαρίζει ὁ Κύριος, τοὺς συμπαθεῖς. Οὐχ οὕτως αὐτὸν ἐπὶ τοῖς κινδύνοις θαυμάζω· μᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων θαυμάζω, ὑφ' ὧν καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν· ἀλλὰ τοῦτό με μᾶλλον αἱρεῖ. Ἀπὸ γὰρ ψυχῆς φιλοθέου καὶ φιλοστόργου ἐγίνετο, ἀπὸ ἀγάπης, ἣν αὐτὸς ὁ Χριστὸς ἐζήτει, ἀπὸ συμπαθείας ἀδελφικῆς καὶ πατρικῆς, μᾶλλον δὲ καὶ τούτων ἀμφοτέρων μείζονος. Οὕτω διακεῖσθαι χρὴ, οὕτω δακρύειν· τὰ τοιαῦτα δάκρυα πολλῆς ἐστιν εὐφροσύνης μεστά· τὸ τοιοῦτον πένθος ὑπόθεσις χαρᾶς ἐστι. Καὶ μή μοι εἴπῃς, τί πλέον ἐκ τοῦ θρηνεῖν, ὑπὲρ ὧν τοῦτο ποιῶ; Κἂν μηδὲν ὀνήσωμεν τοὺς θρηνουμένους, ἀλλὰ πάντως ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων οὕτως ἀλγῶν, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων τοῦτο ποιήσεται· ὁ ἐπὶ τοῖς ἑτέρων οὕτω δακρύων, οὐκ ἀδακρυτὶ τὰ οἰκεῖα παρελεύσεται πλημμελήματα· μᾶλλον δὲ οὐδὲ ἁμαρτήσει ταχέως. Τὸ δὲ δεινὸν, ὅτι κελευσθέντες οὕτως ἐπὶ τοῖς ἁμαρτάνουσι θρηνεῖν, οὐδὲ ἐπὶ τοῖς οἰκείοις τινὰ ἐπιδεικνύμεθα μετάνοιαν, ἀλλ' ἀναλγήτως πταίοντες διακείμεθα, καὶ πάντων μᾶλλον φροντίζομεν, καὶ πάντα λογιζόμεθα μᾶλλον ἢ τὰ οἰκεῖα ἁμαρτήματα. ∆ιὰ τοῦτο χαίρομεν χαρὰν τὴν ἀνόνητον, τὴν τοῦ κόσμου, τὴν εὐθέως σβεννυμένην, τὴν μυρίας τίκτουσαν λύπας. Λυπηθῶμεν τοίνυν λύπην χαρᾶς μητέρα, καὶ μὴ ἡσθῶμεν χαρὰν λύπην τίκτουσαν· ἀφῶμεν δάκρυα σπείροντα πολλὴν ἡδονὴν, καὶ μὴ γελῶμεν γέλωτα βρυγμὸν ἡμῖν ὀδόντων τίκτοντα· θλιβῶμεν θλῖψιν, ἀφ' ἧς ἄνεσις βλαστάνει, καὶ μὴ ζητῶμεν τρυφὴν, ἀφ' ἧς πολλὴ θλῖψις καὶ ὀδύνη τίκτεται· ἐπὶ τῆς γῆς μικρὸν πονήσωμεν, ἵνα τρυφήσωμεν διηνεκῶς ἐν τοῖς οὐρανοῖς· ἐν τῷ ἐπικήρῳ βίῳ θλίψωμεν ἑαυτοὺς, ἵνα ἐν τῷ ἀπείρῳ τύχωμεν ἀνέσεως· μὴ διαχυθῶμεν ἐν τῷ βραχεῖ τούτῳ, ἵνα μὴ στενάξωμεν ἐν τῷ ἀπείρῳ. Οὐχ ὁρᾶτε 62.297 πόσοι καὶ ἐνταῦθα θλίβονται βιωτικῶν ἕνεκεν