1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

18

δόξαν ξύλοις περιέθηκαν καὶ λίθοις. βʹ. Ὥσπερ οὖν ὁ χρήματα πιστευθεὶς βασιλικὰ, καὶ εἰς τὴν τοῦ βασιλέως δόξαν ἀναλῶσαι κελευσθεὶς, ἂν εἰς λῃστὰς καὶ πόρνας καὶ γόητας δαπανήσῃ ταῦτα, καὶ λαμπροὺς τούτους ἀπὸ τῶν τοῦ βασιλέως ποιήσῃ χρημάτων, ὡς τὰ μέγιστα ἠδικηκὼς τὸν βασιλέα κολάζεται· οὕτω καὶ οὗτοι λαβόντες τὴν περὶ τοῦ Θεοῦ γνῶσιν καὶ τῆς δόξης αὐτοῦ, εἶτα εἰδώλοις αὐτὴν περιθέντες, ἐν ἀδικίᾳ τὴν ἀλήθειαν κατέσχον, καὶ, τό γε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι. Ἆρα γέγονεν ὑμῖν σαφὲς τὸ λεχθὲν, ἢ δεῖ σαφέστερον αὐτὸ πάλιν εἰπεῖν; Τάχα ἀναγκαῖον πάλιν εἰπεῖν. Τί οὖν ἐστι τὸ λεγόμενον; Τὴν περὶ αὐτοῦ γνῶσιν ἐξ ἀρχῆς τοῖς ἀνθρώποις ἐνέθηκεν ὁ Θεὸς, ἀλλὰ ταύτην τὴν γνῶσιν οἱ Ἕλληνες ξύλοις περιθέντες καὶ λίθοις, ἠδίκησαν τὴν ἀλήθειαν, τό γε αὐτῶν μέρος· ἐκείνη γὰρ ἄτρεπτος μένει, τὴν οἰκείαν δόξαν ἔχουσα ἀκίνητον. Καὶ πόθεν δῆλον, ὅτι ἐνέθηκεν αὐτοῖς τὴν γνῶσιν, ὦ Παῦλε; Ὅτι, φησὶ, τὸ γνωστὸν αὐτοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ἀλλὰ τοῦτο ἀπόφασίς ἐστιν, οὐκ ἀπόδειξις· σὺ δέ μοι κατασκεύασον, καὶ δεῖξον ὅτι ἡ γνῶσις ἡ περὶ τοῦ Θεοῦ δήλη ἦν αὐτοῖς, καὶ ἑκόντες παρέδραμον. Πόθεν οὖν δήλη ἦν; φωνὴν αὐτοῖς ἄνωθεν ἀφῆκεν; Οὐδαμῶς· ἀλλ' ὃ φωνῆς αὐτοὺς ἐφέλκεσθαι μᾶλλον ἠδύνατο, τοῦτο ἐποίησε, τὴν κτίσιν εἰς μέσον προθεὶς, ὥστε καὶ σοφὸν καὶ ἰδιώτην, καὶ Σκύθην καὶ βάρβαρον διὰ τῆς ὄψεως καταμαθόντα τῶν ὁρωμένων τὸ κάλλος, ἐπὶ τὸν Θεὸν ἀναβαίνειν. ∆ιό φησι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ὅπερ οὖν καὶ ὁ προφήτης ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Τί γὰρ ἐροῦσι κατ' ἐκείνην τὴν ἡμέραν οἱ Ἕλληνες; ὅτι Ἠγνοήσαμέν σε; Εἶτα οὐκ ἠκούσατε τοῦ οὐρανοῦ φωνὴν διὰ τῆς ὄψεως ἀφιέντος, τῆς εὐτάκτου πάντων ἁρμονίας σάλπιγγος λαμπρότερον βοώσης; νυκτὸς καὶ ἡμέρας νόμους οὐκ εἴδετε μένοντας ἀκινήτους διηνεκῶς; χειμῶνος, ἔαρος, καὶ τῶν ἄλλων ὡρῶν τὴν εὐταξίαν βεβαίαν τε καὶ 60.413 ἀκίνητον οὖσαν; θαλάττης εὐγνωμοσύνην ἐν ταραχῇ τοσαύτῃ καὶ κύμασι; πάντα ἐν τάξει μένοντα, καὶ διὰ τοῦ κάλλους καὶ διὰ τοῦ μεγέθους ἀνακηρύττοντα τὸν ∆ημιουργόν; Ταῦτα γὰρ ἅπαντα, καὶ τὰ τούτων πλείονα συνελὼν ὁ Παῦλος ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι γε οὐ διὰ τοῦτο ταῦτα ἐποίησεν ὁ Θεὸς, εἰ καὶ τοῦτο ἐξέβη. Οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστερήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον προὔθηκεν, ἀλλ' ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνωμονήσαντες δὲ, πάσης ἑαυτοὺς ἐστέρησαν ἀπολογίας. Εἶτα δεικνὺς, πῶς εἰσιν ἀπολογίας ἀπεστερημένοι, φησίν· Ὅτι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν. Ἓν τοῦτο ἔγκλημα μέγιστον· δεύτερον δὲ μετ' ἐκεῖνο, τὸ καὶ εἴδωλα προσκυνῆσαι, ὃ καὶ Ἱερεμίας κατηγορῶν, ἔλεγε· ∆ύο πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐμὲ ἐγκατέλιπον πηγὴν ζῶντος ὕδατος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Εἶτα καὶ σημεῖον τοῦ εἰδέναι τὸν Θεὸν, καὶ μὴ χρῆσθαι εἰς δέον τῇ γνώσει, παράγει τοῦτο αὐτὸ, τὸ θεοὺς ἐγνωκέναι· διόπερ ἐπήγαγε· ∆ιότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν εἰς τοσαύτην ἄνοιαν ἐξέπεσον. Τίς οὖν αὕτη ἐστί; Τοῖς λογισμοῖς τὸ πᾶν ἐπέτρεψαν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πολλῷ πληκτικώτερον· Ἐματαιώθησαν γὰρ, φησὶ, ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Ὥσπερ γὰρ ἐν ἀσελήνῳ νυκτὶ εἴ τις ξένην ἐπιχειρήσει βαδίζειν ὁδὸν, ἢ πέλαγος πλεῖν, οὐ μόνον οὐ φθάσει πρὸς τὸ τέλος, ἀλλὰ καὶ ἀπολεῖται ταχέως· οὕτω καὶ οὗτοι τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν ὁδὸν βαδίζειν ἐπιχειροῦντες καὶ τὸ φῶς ἀφ' ἑαυτῶν ἀφελόντες, εἶτα ἀντ' ἐκείνου τῷ σκότῳ τῶν λογισμῶν ἑαυτοὺς ἐπιτρέψαντες, καὶ ἐν σώμασι τὸν ἀσώματον, καὶ ἐν σχήμασι τὸν ἀσχημάτιστον ἐπιζητοῦντες, ναυάγιον ὑπέστησαν χαλεπώτατον. Μετὰ δὲ τῶν εἰρημένων καὶ ἑτέραν τίθησιν αἰτίαν τῆς πλάνης αὐτῶν, λέγων· Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Μέγα γάρ τι περὶ ἑαυτῶν φαντασθέντες, καὶ οὐκ