1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

24

οὐδαμοῦ χρήσιμος. Τί δὲ, εἰπέ μοι, εἴ τις ἠπείλει ποιεῖν τίκτειν ἄνδρας καὶ λοχεύεσθαι, οὐκ ἂν ἐπλήσθημεν θυμοῦ; Ἀλλ' ἰδοὺ νῦν χαλεπώτερα ἑαυτοὺς κατειργάσαντο οἱ τὰ τοιαῦτα λυττῶντες· οὐ γάρ ἐστιν ἴσον εἰς γυναικείαν μεταβαλεῖν φύσιν, καὶ μένοντα ἄνδρα γενέσθαι γυναῖκα, 60.420 μᾶλλον δὲ μήτε τοῦτο μήτε ἐκεῖνο. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν μαθεῖν τοῦ κακοῦ τὴν ὑπερβολὴν, ἐρώτησον τίνος ἕνεκεν τοὺς εὐνούχους ποιοῦντας κολάζουσιν οἱ νομοθέται, καὶ εἴσῃ, ὅτι δι' οὐδὲν ἕτερον πάντως, ἢ ὅτι τὴν φύσιν ἀκρωτηριάζουσι. Καίτοι γε οὐδὲν ἀδικοῦσιν ἐκεῖνοι τοσοῦτον· ἐγένοντο γὰρ οἱ ἀκρωτηριασθέντες καὶ μετὰ τὸν ἀκρωτηριασμὸν πολλαχοῦ χρήσιμοι· ἀνθρώπου δὲ πεπορνευμένου οὐδὲν ἀχρηστότερον γένοιτ' ἄν· οὐ γὰρ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὸ σῶμα τοῦ τὰ τοιαῦτα παθόντος ἄτιμον καὶ ἄξιον ἐλαύνεσθαι πανταχόθεν. Πόσαι γέενναι τούτοις ἀρκέσουσιν; Εἰ δὲ γεέννης καταγελᾷς ἀκούων καὶ ἀπιστεῖς, ἐκεῖνο τὸ πῦρ ἀναμνήσθητι τῶν Σοδόμων· εἴδομεν γὰρ, εἴδομεν καὶ ἐν τῷ παρόντι βίῳ γεέννης εἰκόνα. Ἐπειδὴ γὰρ πολλοὶ τοῖς μετὰ τὴν ἀνάστασιν ἔμελλον διαπιστεῖν, νῦν ἀκούοντες πῦρ ἄσβεστον εἶναι, ἀπὸ τῶν παρόντων αὐτοὺς ἐσωφρόνισεν ὁ Θεός. Τοιοῦτος γοῦν ἐστιν ὁ Σοδόμων ἐμπρησμὸς καὶ ἡ πυρπόλησις ἐκείνη· καὶ ἴσασιν οἱ παραγενόμενοι, καὶ τῇ θέᾳ τὴν πληγὴν ἐκείνην τὴν θεήλατον καὶ τῶν ἄνωθεν κεραυνῶν τὸ ἔργον ἰδόντες. Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι. Ἐπειδὴ γὰρ πολλοὶ τῶν λόγων κατεφρόνουν, διὰ τῶν ἔργων αὐτοῖς τὴν ἐκείνης εἰκόνα ἐπέδειξεν ὁ Θεὸς καινῷ τινι τρόπῳ. Καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν ἡ μίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ ἐπιθυμία. ∆ιὸ καὶ ἀπεναντίας ἦν ὁ ὑετὸς τῷ συνήθει· οὐ γὰρ μόνον οὐ διήγειρε τὴν γαστέρα τῆς γῆς πρὸς τὴν τῶν καρπῶν γένεσιν, ἀλλὰ καὶ πρὸς τὴν ὑποδοχὴν αὐτὴν τῶν σπερμάτων ἄχρηστον ἐποίει. Τοιαύτη γὰρ ἦν ἡ μίξις τῶν ἀνδρῶν τῆς γῆς Σοδόμων, τὸ τοιοῦτον σῶμα ἀχρηστότερον ἀποφαίνουσα. Τί γὰρ ἀνδρὸς πεπορνευμένου μυσαρώτερον; τί δὲ ἐναγέστερον; Ὢ τῆς μανίας! ὢ τῆς παραπληξίας! πόθεν εἰσεκώμασεν ἡ ἐπιθυμία αὕτη, τὰ τῶν πολεμίων διατιθεῖσα τὴν ἀνθρωπίνην φύσιν, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπωτέρα, ὅσῳ καὶ ψυχὴ σώματος ἀμείνων; Ὦ καὶ ἀλόγων ὑμεῖς ἀνοητότεροι, καὶ κυνῶν ἀναιδέστεροι! Οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ' ἐκείνοις, ἀλλ' ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις· ὑμεῖς δὲ καὶ τῶν ἀλόγων ἀτιμότερον τὸ γένος εἰργάσασθε τὸ ὑμέτερον καθυβρίζοντες. Πόθεν οὖν ταῦτα ἐτέχθη τὰ κακά; Ἀπὸ τρυφῆς, ἀπὸ τοῦ μὴ εἰδέναι Θεόν· ὅταν γὰρ ἐκβάλωσί τινες αὐτοῦ τὸν φόβον, πάντα οἴχεται λοιπὸν τὰ καλά. δʹ. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἔχωμεν πρὸ ὀφθαλμῶν ἀκριβῆ τὸν τοῦ Θεοῦ φόβον. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀπόλλυσιν ἄνθρωπον, ὡς τὸ ταύτης ἐκπεσεῖν τῆς ἀγκύρας· ὥσπερ οὐδὲν σώζει, ὡς τὸ διηνεκῶς ἐκεῖ βλέπειν. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν, ὀκνηρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα, πολλάκις δὲ καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαύσομεν ἀσφαλείας, τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες. Οὐδαμοῦ γὰρ ὁ διάβολος ἡμῖν οὕτω διακειμένοις ἐπιθήσεται, ἅτε ἀνόνητα πονῶν· ἂν δὲ πλανωμένους ἔξω, καὶ χωρὶς χαλινοῦ περιιόντας ἴδῃ, παρ' ἡμῶν λαβὼν τὴν ἀρχὴν, πανταχοῦ λοιπὸν ἡμᾶς ἀποβουκολῆσαι δυνήσεται. Καὶ ὅπερ οἱ ῥᾴθυμοι τῶν οἰκετῶν πάσχουσιν ἐπ' ἀγορᾶς, τὰς μὲν ἀναγκαίας ἀφέντες διακονίας, ἐφ' ἅς εἰσιν ἀπεσταλμένοι παρὰ τῶν δεσποτῶν, ἁπλῶς δὲ καὶ εἰκῆ τοῖς παρεμπίπτουσι προσ 60.421 ηλούμενοι, καὶ τὴν σχολὴν ἐκεῖ καταναλίσκοντες, τοῦτο καὶ ἡμεῖς ὑπομένομεν, ὅταν ἀποστῶμεν τῶν ἐπιταγμάτων τοῦ Θεοῦ. Ἑστήκαμεν γὰρ λοιπὸν πλοῦτον θαυμάζοντες, καὶ κάλλος σώματος, καὶ τὰ ἄλλα τὰ μηδὲν πρὸς ἡμᾶς, ὥσπερ ἐκεῖνοι οἱ οἰκέται τῶν ἐπαιτῶν τοῖς θαυματοποιοῦσι προσέχουσιν, εἶτα ἐλθόντες βραδέως, οἴκοι τὰς ἐσχάτας ὑπομένουσι πληγάς. Πολλοὶ δὲ καὶ τὴν ὁδὸν τὴν προκειμένην παρῆλθον, ἑτέροις