1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

26

ἐπιτάσεως· καὶ γὰρ Πεπληρωμένους εἶναί φησι, καὶ Πάσῃ. Ὀνομάσας δὲ γενικῶς τὴν κακίαν, καὶ τοῖς μέρεσιν ἐπεξέρχεται, καὶ τούτοις μεθ' ὑπερβολῆς, λέγων Μεστοὺς φθόνου, φόνου, Τοῦτο γὰρ ἐξ ἐκείνου, ὥσπερ ἐπὶ τοῦ Ἄβελ καὶ τοῦ Ἰωσὴφ ἐδείχθη. 60.422 Εἶτα εἰπὼν, Ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, καὶ τὰ δοκοῦντα ἀδιάφορα εἶναι πολλοῖς ἐν τάξει θεὶς ἐγκλημάτων, αὔξει πάλιν τὴν κατηγορίαν, ἐπὶ τὴν ἀκρόπολιν ἀναβὰς τῶν κακῶν, καὶ εἰπὼν Ἀλαζόνας. Τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἁμαρτάνοντα φρονεῖν μέγα, χαλεπώτερον· διὸ καὶ Κορινθίοις αὐτὸ ἐγκαλεῖ λέγων· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Εἰ γὰρ ἐπὶ κατορθώματί τις φυσώμενος τὸ πᾶν ἀπώλεσεν, ὁ μετὰ ἁμαρτημάτων τοῦτο ποιῶν, πόσης οὐκ ἂν εἴη τιμωρίας ἄξιος; οὐδὲ γὰρ μεταγνῶναι δυνήσεται λοιπὸν ὁ τοιοῦτος. Εἶτά φησιν, Ἐφευρετὰς κακῶν· δηλῶν, ὅτι οὐδὲ τοῖς ἤδη οὖσιν ἠρκέσθησαν, ἀλλὰ καὶ ἐφεῦρον ἕτερα· ὅπερ πάλιν μελετώντων ἦν καὶ σπουδαζόντων, οὐχὶ συναρπαζομένων καὶ παρασυρομένων. Εἰπὼν δὲ κατὰ μέρος τὴν κακίαν, καὶ δείξας, ὅτι καὶ πρὸς αὐτὴν πάλιν τὴν φύσιν ἔστησαν (Γονεῦσι γὰρ, φησὶν, ἀπειθεῖς), ἐπὶ τὴν ῥίζαν λοιπὸν πρόεισι τῆς τοσαύτης λύμης, Ἀστόργους καὶ ἀσπόνδους καλῶν. Ταύτην γὰρ καὶ ὁ Χριστὸς τὴν αἰτίαν εἶναί φησι τῆς πονηρίας, λέγων· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει ὁ Παῦλος, Ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας καλῶν, καὶ δηλῶν, ὅτι καὶ αὐτὸ τὸ τῆς φύσεως προὔδωκαν δῶρον. Ἔχομεν γὰρ καὶ φυσικήν τινα πρὸς ἀλλήλους οἰκείωσιν, ἣν καὶ θηρία πρὸς ἄλληλα κέκτηνται. Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. Ἀλλ' οὗτοι κἀκείνων κατέστησαν ἀγριώτεροι. Τὴν μὲν οὖν νόσον τὴν ἀπὸ τῶν πονηρῶν δογμάτων τῇ οἰκουμένῃ γενομένην διὰ τούτων ἡμῖν παρέστησε, καὶ σαφῶς ἔδειξε τῆς τῶν νοσούντων ῥᾳθυμίας τὴν ἀῤῥω 60.423 στίαν οὖσαν ἑκατέραν. ∆είκνυσι δὲ λοιπὸν, ὅπερ ἐπὶ τῶν δογμάτων ἐποίησε, καὶ ἐνταῦθα συγγνώμης αὐτοὺς ἀπεστερημένους· διό φησιν· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ εἰδότες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. ∆ύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας αὐτὰς προηγουμένως. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Μάλιστα μὲν εἰ καὶ μὴ ᾔδεις, σὺ αἴτιος, ὁ ἀφεὶς τὸν γνωρισαντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν σε δείκνυμεν εἰδότα, καὶ ἑκοντὶ πλημμελοῦντα. Ἀλλ' ὑπὸ τοῦ πάθους ἕλκῃ; Τί οὖν καὶ συμπράττεις, καὶ ἐπαινεῖς; Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσι, φησὶν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τὴν οὖν χαλεπωτέραν πρότερον θεὶς καὶ ἀσύγγνωστον, ἵνα ἕλῃ (καὶ γὰρ τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαινῶν χαλεπώτερος πολύ)· τοῦτο οὖν πρῶτον εἰπὼν, διὰ τούτου σφοδρότερον πάλιν ἐν τοῖς ἑξῆς αὐτὸν χειροῦται, λέγων οὕτω· ∆ιὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ταῦτα πρὸς τοὺς ἄρχοντας ἀποτεινόμενος ἔλεγεν, ἐπειδὴ καὶ ἡ πόλις τότε ἐκείνη τὴν ἀρχὴν ἦν ἐγκεχειρισμένη τῆς οἰκουμένης. Προλαβὼν οὖν φησι· Σαυτοῦ ἀφαιρῇ τὴν ἀπολογίαν πᾶς ὅστις ἂν ᾖς· ὅταν γὰρ κατακρίνῃς τὸν μοιχὸν, μοιχεύῃς δὲ καὶ αὐτὸς, κἂν μηδεὶς ἀνθρώπων σε δικάζῃ, ἐν τῇ περὶ τοῦ ὑπευθύνου ψήφῳ καὶ κατὰ σαυτοῦ τὴν ἀπόφασιν ἤνεγκας. Οἴδαμεν γὰρ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Τέως διέφυγον, φοβῶν φησιν, ὅτι οὐχ οὕτως ἐστὶ παρὰ τῷ Θεῷ ὥσπερ ἐνταῦθα. Ἐνταῦθα γὰρ ὁ μὲν κολάζεται, ὁ δὲ διαφεύγει τὰ αὐτὰ ποιῶν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὅτι μὲν οὖν οἶδε τὸ δίκαιον ὁ κρίνων, εἶπε· πόθεν δὲ οἶδεν, οὐκ ἔτι προσέθηκε· περιττὸν γὰρ ἦν. Ἐπὶ μὲν γὰρ τῆς ἀσεβείας ἀμφότερα δείκνυσι, καὶ ὅτι τὸν Θεὸν εἰδὼς, ἠσέβει, καὶ πόθεν εἰδὼς, ἀπὸ τῆς κτίσεως. Ἐπειδὴ γὰρ οὐκ ἦν δῆλον ἅπασιν, εἶπε καὶ τὴν αἰτίαν· ἐνταῦθα δὲ ὡς ὡμολογημένου, παρίησιν. Ὅταν δὲ εἴπῃ, Πᾶς ὁ κρίνων, οὐ τοῖς ἄρχουσι διαλέγεται μόνον, ἀλλὰ καὶ ἰδιώταις καὶ ἀρχομένοις. βʹ. Καὶ γὰρ ἅπαντες ἄνθρωποι, κἂν μὴ