1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

27

θρόνον ἔχωσι, μηδὲ δημίους καὶ ξύλον, ἀλλ' ὅμως καὶ αὐτοὶ κρίνουσι τοὺς ἁμαρτάνοντας, ἐν διαλέξεσι καὶ κοινοῖς συλλόγοις καὶ τῇ τοῦ συνειδότος ψήφῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν εἰπεῖν, ὅτι οὐκ ἄξιος κολάσεως ὁ μοιχός. Ἀλλ' ἑτέρους, φησὶ, καταδικάζουσιν, οὐχ ἑαυτούς. ∆ιὰ γὰρ τοῦτο αὐτῶν καὶ σφοδρῶς κατεξανίσταται, λέγων· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ πολλὴν ἔδειξε τῆς οἰκουμένης τὴν ἁμαρτίαν, ἀπὸ τῶν δογμάτων, ἀπὸ τῶν πραγμάτων, καὶ ὅτι σοφοὶ ὄντες, καὶ ὅτι τὴν κτίσιν ἔχοντες χειραγωγοῦσαν, καὶ ὅτι οὐ τῷ τὸν Θεὸν ἀφεῖναι μόνον, ἀλλὰ καὶ τῷ ἑλέσθαι τὰ ὁμοιώματα τῶν ἑρπετῶν, καὶ τῷ τὴν ἀρετὴν ἀτιμάσαι, καὶ τῷ τῆς φύσεως ἀνθελκούσης ἐπὶ τὴν κακίαν αὐτομολῆσαι, καὶ τῷ παρὰ φύσιν εἶναι, πρόεισι λοιπὸν εἰς τὸ δεῖξαι, ὅτι καὶ κολάζονται οἱ τὰ τοιαῦτα πράσσοντες. Ἔδειξε μὲν οὖν ἤδη τιμωρίαν, εἰπὼν τὴν πρᾶξιν αὐτήν· Τὴν γὰρ ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπο 60.424 λαμβάνουσι, φησίν· ἀλλ' ἐπειδὴ οὐκ αἰσθάνονται ἐκείνης, εἶπε καὶ ἑτέραν, ἢν μάλιστα δεδοίκασι. Μάλιστα μὲν ἤδη καὶ ταύτην ἔδειξεν· ὅταν γὰρ λέγῃ, ὅτι Τὸ κρῖμα τοῦ Θεοῦ κατὰ ἀλήθειάν ἐστιν, οὐδὲν ἕτερον ἢ τοῦτο λέγει· πλὴν ἀλλὰ καὶ ἐφ' ἑτέρων αὐτὸ πλειόνων κατασκευάζει πάλιν, οὕτω λέγων· Λογίζῃ δὲ τοῦτο. ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ. Τὸ σὸν οὐκ ἐξέφυγες κρῖμα, καὶ τὸ τοῦ Θεοῦ διαφεύξῃ; καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι γε σὺ σαυτὸν ἔκρινας. Ἀλλ' ἐπειδὴ τοσαύτη ἦν ἡ περιουσία τοῦ δικαστηρίου, καὶ οὐδὲ σαυτοῦ φείσασθαι ἠδυνήθης, πῶς ὁ Θεὸς, ὁ ἀναμάρτητος, ὁ μεθ' ὑπερβολῆς δίκαιος, οὐ πολλῷ μᾶλλον τοῦτο ποιήσει; Ἀλλὰ σὺ μὲν σαυτοῦ κατέγνως, ὁ δὲ Θεὸς ἀποδέξεται καὶ ἐπαινέσει; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Καίτοι γε ἐκείνου τοῦ παρὰ σοῦ καταδικαζομένου κολάσεως μείζονος σὺ ἀξιώτατος. Οὐ γάρ ἐστι ταυτὸν ἁμαρτάνειν ἁπλῶς, καὶ ἕτερον ἁμαρτάνοντα κολάσαντα τοῖς αὐτοῖς περιπεσεῖν πάλιν. Ὁρᾷς πῶς τὸ ἔγκλημα ηὔξησεν; Εἰ γὰρ σὺ, φησὶ, τὸν ἐλάττονα ἁμαρτόντα κολάζεις, καίτοι γε μέλλων αἰσχύνειν σαυτὸν, πῶς ὁ Θεὸς τὸν μείζονα πλημμελήσαντά σε, καὶ ταῦτα οὐ μέλλων ἑαυτὸν αἰσχύνειν, οὐ καταδικάσει καὶ κατακρινεῖ μειζόνως, ἤδη κατακεκριμένον ἀπὸ τῶν οἰκείων λογισμῶν; Εἰ δὲ λέγεις, ὅτι Οἶδα μὲν, ὅτι ἄξιός εἰμι κολάσεως, διὰ δὲ τὴν μακροθυμίαν καταφρονεῖς, καὶ διὰ τὸ μὴ δοῦναι παραπόδας δίκην, θαῤῥεῖς· δεδοικέναι μὲν καὶ τρέμειν διὰ τοῦτο ἂν εἴης δίκαιος. Οὐ γὰρ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλ' εἰς τὸ δοῦναι χαλεπωτέραν, εἰ μένοις ἀδιόρθωτος ὢν, ἀναβάλλεται· ὃ μηδέποτε συμβήσεταί σοι. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καταφρονεῖς, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Ἐπαινέσας γὰρ τοῦ Θεοῦ τὴν μακροθυμίαν, καὶ δείξας αὐτῆς τὸ κέρδος μέγιστον τοῖς προσέχουσι (τοῦτο δὲ ἦν τὸ εἰς μετάνοιαν ἕλκειν τοὺς ἁμαρτάνοντας), αὔξει τὸν φόβον. Ὥσπερ γὰρ τοῖς εἰς δέον χρησαμένοις σωτηρίας ἐστὶν ὑπόθεσις, οὕτω τοῖς καταφρονήσασιν ἐφόδιον μείζονος τιμωρίας. Τοῦτο γὰρ τὸ περιφερόμενον, ὅτι χρηστὸς καὶ μακρόθυμος ὢν ὁ Θεὸς οὐκ ἀπαιτεῖ δίκην· ὅταν δὲ εἴπῃς τοῦτο, φησὶν, οὐδὲν ἄλλο λέγεις, ἢ τῆς τιμωρίας τὴν ἐπίτασιν. Τὴν γὰρ χρηστότητα ὁ Θεὸς ἐπιδείκνυται, ἵνα ἀπαλλαγῇς ἁμαρτημάτων, οὐχ ἵνα προσθῇς· ἂν τοίνυν μὴ τοῦτο ποιῇς, φοβερωτέρα ἡ δίκη. ∆ιὸ μάλιστα ἁμαρτάνειν οὐ χρὴ, ἐπειδὴ μακρόθυμος ὁ Θεὸς, οὐδὲ τὴν εὐεργεσίαν ὑπόθεσιν ἀγνωμοσύνης ποιεῖσθαι· εἰ γὰρ μακρόθυμος, καὶ κολάζει πάντως. Πόθεν δῆλον; Ἀπὸ τῶν ἑξῆς εἰρημένων. Εἰ γὰρ πολλὴ ἡ κακία, οὐκ ἀπέλαβον δὲ οἱ κακοὶ, ἀνάγκη πάντως ἀπολαβεῖν. Εἰ γὰρ ἄνθρωποι ταῦτα οὐ περιορῶσι, πῶς ὁ Θεὸς περιόψεται; Ὥστε ἐντεῦθεν καὶ τὸν περὶ τῆς κρίσεως εἰσήγαγε λόγον. Τῷ γὰρ δεῖξαι πολλοὺς ὄντας ὑπευθύνους, εἰ μὴ μετανοήσαιεν, εἶτα οὐ κολασθέντας ἐνταῦθα, τὴν κρίσιν συνεισάγει πάντως, καὶ μετ' ἐπιτάσεως· διό φησι·