1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

33

βαρήσῃ, ἀλλ' ἵνα 60.431 ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσηται, καὶ μετὰ τῶν προφητῶν καὶ αὐτὸς προσῄει τοῖς ἀποστρεφομένοις αὐτὸν, εὐθύνας ἕτοιμος ὢν παρασχεῖν, καὶ εἰς τὸν λόγον ἀξιῶν καθεῖναι, καὶ πρὸς ἅπαντα κεκωφωμένους εἰς τὴν πρὸς αὐτὸν διάλεξιν ἕλκων. Λαὸς γάρ μου, φησὶ, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἀποκρίθητί μοι. Μετὰ ταῦτα ἅπαντα ἀπεκτείναμεν τοὺς προφήτας, ἐλιθάσαμεν, μυρία ἕτερα εἰργασάμεθα κακά. Τί οὖν ἀντὶ τούτων; Οὐκέτι προφήτας, οὐκέτι ἀγγέλους, οὐκέτι πατριάρχας, ἀλλ' αὐτὸν ἔπεμψε τὸν Υἱόν. Ἀνῃρέθη καὶ ὁ Υἱὸς ἐλθὼν, καὶ οὐδὲ οὕτως ἔσβεσε τὸν ἔρωτα, ἀλλ' ἀνῆψε μειζόνως, καὶ ἐπιμένει παρακαλῶν καὶ μετὰ τὸ τὸν Υἱὸν ἀναιρεθῆναι τὸν αὐτοῦ, καὶ δεόμενος, καὶ πάντα ποιῶν ὑπὲρ τοῦ πρὸς αὐτὸν ἐπιστρέψαι. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ. ζʹ. Ἀλλ' οὐδὲν τούτων ἡμᾶς κατήλλαξεν. Ὁ δὲ οὐδὲ οὕτως ἡμᾶς κατέλιπεν, ἀλλὰ μένει καὶ γέενναν ἀπειλῶν, καὶ βασιλείαν ἐπαγγελλόμενος, ἵνα κἂν οὕτως ἡμᾶς ἐφελκύσηται· ἡμεῖς δὲ ἀναλγήτως ἔτι διακείμεθα. Τί ταύτης τῆς θηριωδίας χεῖρον γένοιτ' ἄν; Εἰ γὰρ ἄνθρωπος ταῦτα ἐποίησεν, οὐκ ἂν αὐτοῦ πολλάκις ἐγενόμεθα δοῦλοι; τὸν δὲ Θεὸν ποιοῦντα ἀποστρεφόμεθα; Ὢ τῆς ῥᾳθυμίας! ὢ τῆς ἀγνωμοσύνης! οἳ διαπαντὸς μὲν ἐν ἁμαρτίαις καὶ πονηρίαις ζῶμεν, ἂν δέ ποτέ τι καὶ ποιήσωμεν μικρὸν ἀγαθὸν, κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν μετὰ πολλῆς τῆς καπηλείας ἐξετάζομεν, καὶ ἀκριβολογούμεθα περὶ τῆς ἀντιδόσεως, εἴ γε ἔχει μισθόν τινα τὸ γινόμενον. Καὶ μὴν μείζων ὁ μισθὸς, ἐὰν μὴ ἐπ' ἐλπίδι μισθῶν ποιῇς· τὸ γὰρ ταῦτα λέγειν καὶ ἀκριβολογεῖσθαι, μισθωτοῦ μᾶλλον ῥήματά ἐστιν, ἢ εὐγνώμονος οἰκέτου. ∆εῖ γὰρ πάντα διὰ τὸν Χριστὸν ποιεῖν, οὐ διὰ τὸν μισθόν· καὶ γὰρ καὶ γέενναν διὰ τοῦτο ἠπείλησε, καὶ βασιλείαν ἐπηγγείλατο, ἵνα φιλῆται παρ' ἡμῶν. Φιλήσωμεν τοίνυν αὐτὸν, ὡς φιλεῖν χρή· τοῦτο γὰρ ὁ μέγας μισθὸς, τοῦτο βασιλεία καὶ ἡδονὴ, τοῦτο τρυφὴ καὶ δόξα καὶ τιμὴ, τοῦτο φῶς, τοῦτο ἡ μυριομακαριότης, ἣν οὐ λόγος παραστῆσαι δύναται, οὐ νοῦς καταλαβεῖν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τούτους παρήχθην τοὺς λόγους, ἀνθρώποις μηδὲ ἀρχῆς καὶ δόξης καταφρονοῦσι τῆς παρούσης διὰ τὸν Χριστὸν βασιλείας κελεύων καταφρονεῖν· καίτοι γε οἱ μεγάλοι καὶ γενναῖοι ἄνδρες ἐκεῖνοι καὶ εἰς τοῦτο τὸ μέτρον τῆς ἀγάπης ἔφθασαν. Ἄκουσον γοῦν πῶς ὁ Πέτρος περὶ αὐτοῦ περικαίεται, καὶ ψυχῆς καὶ ζωῆς καὶ πάντων αὐτὸν προτιθείς· καὶ ἡνίκα δὲ αὐτὸν ἠρνήσατο, οὐ διὰ τὴν κόλασιν ἐπένθει, ἀλλ' ἐπειδὴ τὸν ποθούμενον ἠρνήσατο, ὃ πάσης κολάσεως αὐτῷ πικρότερον ἦν. Καὶ ταῦτα ἅπαντα πρὸ τῆς τοῦ Πνεύματος χάριτος ἐπεδεί 60.432 κνυτο, καὶ συνεχῶς ἐπέκειτο λέγων· Ποῦ ὑπάγεις; καὶ πρὸ τούτου, Πρὸς τίνα ἀπελευσόμεθα; καὶ πάλιν, Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ. Πάντα γὰρ αὐτὸς ἦν αὐτοῖς, καὶ οὔτε οὐρανὸν οὔτε βασιλείαν οὐρανῶν πρὸ τοῦ ποθουμένου ἦγον. Σὺ γάρ μοι πάντα ἐκεῖνα, φησί. Καὶ τί θαυμάζεις, εἰ Πέτρος οὕτω διέκειτο; Καὶ γὰρ ὁ προφήτης ἄκουσον τί φησι· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ τῶν ἄνω, οὐ τῶν κάτω οὐδενὸς ἐφίεμαι ἑτέρου, ἀλλ' ἢ σοῦ μόνου. Τοῦτό ἐστιν ἔρως, τοῦτο φιλία· ἂν οὕτω φιλήσωμεν, οὐ τὰ παρόντα μόνον, ἀλλ' οὐδὲ τὰ μέλλοντα πρὸς τὸ φίλτρον ἐκεῖνο ἡγησόμεθά τι εἶναι, καὶ τὴν βασιλείαν ἐντεῦθεν καρπωσόμεθα, ἐντρυφῶντες αὐτοῦ τῇ ἀγάπῃ. Καὶ πῶς ἔσται τοῦτο, φησίν. Εἰ ἐννοήσομεν, ποσάκις αὐτὸν ὑβρίζομεν μετὰ μυρία ἀγαθὰ, αὐτὸς δὲ ἕστηκε παρακαλῶν· ὁσάκις αὐτὸν παρατρέχομεν, αὐτὸς δὲ οὐ παρορᾷ, ἀλλ' ἐπιτρέχει καὶ ἐφέλκεται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Ἂν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λογισώμεθα, δυνησόμεθα τὸν πόθον ἀνάψαι τοῦτον. Εἰ γὰρ ἄνθρωπος εὐτελὴς ἦν ὁ οὕτω φιλῶν, βασιλεὺς δὲ ὁ οὕτω φιλούμενος, οὐκ ἂν ᾐδέσθη τῷ τοῦ ἔρωτος μεγέθει; Σφόδρα μὲν οὖν. Ὅταν δὲ τοὐναντίον τι ᾖ, καὶ ἄφατον μὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν