1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

39

μόνον οὐ προστρίβεται ἔγκλημα τῷ Θεῷ ἡ ἀπιστία ἐκείνων, ἀλλὰ καὶ μείζονα δείκνυσιν αὐτοῦ τὴν τιμὴν καὶ τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν. εʹ. Εἶδες πῶς αὐτοὺς ἐποίησεν ὑπευθύνους ἐγκλημάτων, ἀφ' ὧν ἐκαλλωπίζοντο; εἴπερ ὁ μὲν Θεὸς τοσαύτῃ περὶ αὐτοὺς ἐχρήσατο τῇ τιμῇ, ὡς μηδὲ τὸ μέλλον προορῶν ἀποσχέσθαι τῆς περὶ αὐτοὺς εὐνοίας· αὐτοὶ δὲ τὸν τιμήσαντα, δι' ὧν ἐτιμήθησαν, ὕβρισαν. Εἶτα ἐπειδὴ εἶπε, Τί γὰρ, εἰ ἠπίστησάν τινες; φαίνονται δὲ πάντες ἠπιστηκότες· ἵνα μὴ πάλιν κατὰ τὴν ἱστορίαν λέγων, δόξῃ σφοδρὸς αὐτῶν εἶναι κατήγορος ὡς ἐχθρὸς, ἐν τάξει λογισμοῦ καὶ συλλογισμοῦ τίθησι τὸ ἐπὶ τῆς ἀληθείας γεγενημένον, οὕτω λέγων· Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ λέγω, φησὶν, ὅτι τινὲς ἠπίστησαν, ἀλλ' εἰ βούλει, τίθει πάντας ἠπιστηκέναι· τὸ ἀληθὲς γεγενημένον κατὰ συνδρομὴν συγχωρῶν, ἵνα ἀνεπαχθὴς εἶναι δόξῃ καὶ ἀνύποπτος. Καὶ γὰρ οὕτω μᾶλλον δικαιοῦται, φησὶν, ὁ Θεός. Τί ἐστι, ∆ικαιοῦται; Εἰ κρίσις γένοιτο καὶ ἐξέτασις τῶν ὑπηργμένων τοῖς Ἰουδαίοις παρ' αὐτοῦ, καὶ τῶν παρ' αὐτῶν εἰς αὐτὸν γεγενημένων, τὰ νικητήρια ἔσται παρὰ τῷ Θεῷ, καὶ τὰ δικαιώματα αὐτοῦ πάντα. Καὶ δείξας τοῦτο σαφὼς ἐκ τῶν ἔμπροσθεν εἰρημένων, τότε καὶ τὸν προφήτην εἰσήγαγε τούτοις ψηφιζόμενον καὶ λέγοντα· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Αὐτὸς μὲν γὰρ τὰ παρ' ἑαυτοῦ πάντα ἐποίησεν, ἐκεῖνοι δὲ οὐδὲ οὕτως ἐγένοντο βελτίους. Εἶτα ἐκ τούτου πάλιν ἀντίθεσιν ἑτέραν ἀνακύπτουσαν εἰς μέσον ἄγει, καί φησιν· Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο. Ἄτοπον ἀτόπῳ λύει λοιπόν. Ἐπειδὴ δὲ τοῦτο ἀσαφὲς, ἀναγκαῖον αὐτὸ σαφέστερον εἰπεῖν. Τί οὖν ἐστιν, ὅ φησιν; Ἐτίμησε τοὺς Ἰουδαίους ὁ Θεὸς, ὕβρισαν αὐτὸν ἐκεῖνοι. Τοῦτο αὐτὸν ποιεῖ νικῆσαι, καὶ πολλὴν αὐτοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ τοιούτους ὄντας ἐτίμησεν. Οὐκοῦν ἐπειδὴ, ὅτι ὑβρίσαμεν, φησὶν, ἡμεῖς καὶ ἠδικήσαμεν, διὰ τοῦτο ὁ Θεὸς ἐνίκησε καὶ ἡ δικαιοσύνη αὐτοῦ λαμπρὰ ἐφάνη, τίνος ἕνεκεν κολάζομαι, φησὶ, αἴτιος αὐτῷ τοῦ νικῆσαι γενόμενος 60.439 δι' ὧν ὕβρισα; Πῶς οὖν αὐτὸ λύει; Ἑτέρῳ, ὅπερ ἔφην, ἀτόπῳ πάλιν. Εἰ γὰρ αἴτιος, φησὶ, σὺ τῆς νίκης ἐγένου, καὶ μετὰ ταῦτα κολάζῃ, ἀδικία τὸ γενόμενον· εἰ δὲ οὐκ ἄδικος, κολάζῃ δὲ, οὐκέτι αἴτιος αὐτῷ τῆς νίκης γέγονας. Καὶ ὅρα τὴν εὐλάβειαν τὴν ἀποστολικήν. Εἰπὼν γὰρ, Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; ἐπήγαγε, Κατὰ ἄνθρωπον λέγω. Ὡς ἄν τις, φησὶ, κατὰ ἀνθρώπινον διαλεχθείη λογισμόν· πολὺ γὰρ καὶ τὰ παρ' ἡμῖν δοκοῦντα εἶναι δίκαια ὑπερβαίνει τοῦ Θεοῦ ἡ δικαιοκρισία, καὶ ἔχει τινὰς καὶ ἑτέρους ἀποῤῥήτους λόγους. Εἶτα ἐπειδὴ ἀσαφὲς ἦν, καὶ ἐκ δευτέρου τὸ αὐτὸ λέγει πάλιν· Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύδει ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; Εἰ γὰρ ὁ Θεὸς, φησὶ, φιλάνθρωπος καὶ δίκαιος ἐφάνη καὶ ἀγαθὸς, ἐξ ὧν σὺ παρήκουσας, οὐ μόνον οὐκ ὀφείλεις κολάζεσθαι, ἀλλὰ καὶ εὐεργετεῖσθαι. Εἰ δὲ τοῦτο, εὑρεθήσεται τὸ ἄτοπον ἐκεῖνο, καὶ παρὰ πολλῶν περιφερόμενον, τὸ ἐκ τῶν κακῶν εἶναι τὰ καλὰ, καὶ αἴτια τῶν καλῶν τὰ κακά· καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι, ἢ μὴ κολάζοντα ἀπὸ τῶν ἡμετέρων κακῶν ἔχειν τὰ νικητήρια· ἅπερ ἀμφότερα μεθ' ὑπερβολῆς ἄτοπα. Ὅπερ δεικνὺς καὶ αὐτὸς, τοὺς πατέρας τῶν τοιούτων ἐπεισήγαγε δογμάτων Ἕλληνας, ἀρκεῖν ἡγούμενος εἰς κατηγορίαν τῶν εἰρημένων, τὴν ποιότητα τῶν προσώπων τῶν ταῦτα λεγόντων. Τότε γὰρ ἡμᾶς κωμῳδοῦντες ἔλεγον, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· διὸ καὶ τέθεικεν αὐτὸ σαφῶς οὕτω λέγων· Εἰ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. Ἐπειδὴ γὰρ ἔλεγεν ὁ Παῦλος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κωμῳδοῦντες αὐτὸν καὶ ἑτέρᾳ γνώμῃ διαστρέφοντες τὸ εἰρημένον ἔλεγον, ὅτι ∆εῖ