1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

74

διήγησιν· οὐκοῦν μᾶλλον πρὸς τὴν πρᾶξιν. Εἰ γὰρ ἐν σώματι ταῦτα ἀηδῆ συμβαίνοντα, πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ. Τοιοῦτος ἦν ἐκεῖνος ὁ παῖς ὁ πάντα τὰ ἑαυτοῦ κατηναλωκὼς, καὶ εἰς ἐσχάτην κακίαν κατενεχθεὶς, παντὸς ληροῦντος καὶ νενοσηκότος ἀσθενέστερον διακείμενος. Ἀλλ' ἐπειδὴ ἐβουλήθη, γέγονεν ἄφνω νέος, ἀπὸ γνώμης μόνης καὶ μεταστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, Ἐπιστρέψω πρὸς τὸν πατέρα μου, τὸ ῥῆμα τοῦτο αὐτῷ πάντα ἐκόμισε τἀγαθά· μᾶλλον δὲ οὐ τὸ ῥῆμα ἁπλῶς, ἀλλὰ τὸ ἔργον τῷ ῥήματι προστεθέν. Οὐδὲ γὰρ εἶπεν, Ἐπανέλθω, καὶ ἔμεινεν· ἀλλ' εἶπεν, Ἐπανέλθω, καὶ ἐπανῆλθε, καὶ τὴν ὁδὸν πᾶσαν ὑπέστρεψεν ἐκείνην. Οὕτω καὶ ἡμεῖς ποιῶμεν· κἂν εἰς τὴν ὑπερορίαν ἀπενεχθῶμεν, ἐπανέλθωμεν πρὸς τὸν πατρῷον οἶκον, καὶ μὴ κατοκνήσωμεν πρὸς τὸ τῆς ὁδοῦ μῆκος. Ἂν βουληθῶμεν, εὔκολος ἡ ἐπάνοδος γίνεται καὶ ταχίστη, μόνον ἀφῶμεν τὴν ξένην καὶ τὴν ἀλλοτρίαν· τοῦτο γὰρ ἡ ἁμαρτία, πόῤῥω τῆς οἰκίας ἡμᾶς ἀπάγουσα τοῦ πατρός. Ἀφῶμεν τοίνυν αὐτὴν, ἵνα ταχέως πρὸς τὸν πατρῷον ἐπανέλθωμεν οἶκον. Καὶ γὰρ φιλόστοργός ἐστιν ὁ πατὴρ, καὶ τῶν εὐδοκιμούντων οὐχ ἧττον ἡμᾶς ἀγαπήσει μεταβαλλομένους, ἀλλὰ καὶ πλέον· ἐπεὶ καὶ ἐκεῖνον ὁ πατὴρ τότε μειζόνως ἐτίμησε· καὶ γὰρ μειζόνως αὐτὸς ἥσθη τὸν παῖδα ἀπολαβών. Καὶ πῶς ἐπανέλθω, φησίν; Ἀρχὴν ἐπίθες τῷ πράγματι μόνον, καὶ τὸ πᾶν γέγονε· στῆθι τῆς κακίας, καὶ μὴ προέλθῃς περαιτέρω, καὶ ἤδη τοῦ παντὸς ἐπελάβου. Καθάπερ γὰρ τοῖς κάμνουσι τὸ μὴ χεῖρον σχεῖν ἀρχὴ γένοιτ' ἂν τοῦ βέλτιον ἔχειν, οὕτω καὶ ἐπὶ τῆς κακίας συμβαίνει· μὴ περαιτέρω προβῇς, καὶ τέλος ἕξει σοι τὰ τῆς πονηρίας. Κἂν δύο ποιήσῃς τοῦτο ἡμέρας, τῇ τρίτῃ εὐκολώτερον ἀποστήσῃ, καὶ μετὰ τὰς τρεῖς, καὶ δέκα προσθήσεις, εἶτα εἴκοσιν, εἶτα ἑκατὸν, εἶτα τὸν βίον ἅπαντα. Ὅσῳ γὰρ ἂν προβαίνῃς, εὐκολώτερον ὄψει τὴν ὁδὸν, καὶ ἐπ' αὐτὴν στήσῃ τὴν κορυφὴν, καὶ πολλῶν ἀθρόον ἀπολαύσεις τῶν ἀγαθῶν. Ἐπεὶ καὶ τότε, ὅτε ὁ ἄσωτος ἐπανῆλθεν ἐκεῖνος, καὶ αὐλοὶ καὶ κιθάραι καὶ χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις ἦσαν· καὶ ὁ ὀφείλων ὑπὲρ τῆς ἀκαίρου δαπάνης καὶ τῆς οὕτω μακρᾶς φυγῆς τὸν παῖδα ἀπαιτῆσαι δίκην, οὐδὲν τούτων ἐποίησεν, ἀλλ' ὡς εὐδοκιμηκότα εἶδε, καὶ οὐδὲ μέχρι ῥημάτων ὀνειδίσαι τῷ παιδὶ, μᾶλλον δὲ οὐδὲ ἁπλῶς αὐτὸν ἀναμνῆσαι τῶν προτέρων ἠνέσχετο, ἀλλὰ καὶ περιεχύθη, καὶ κατεφίλησε, καὶ μόσχον ἔθυσε, καὶ στολὴν ἐνέδυσε, καὶ ἐν πολλῷ τῷ κόσμῳ κατέστησε. Ταῦτα οὖν ἔχοντες καὶ ἡμεῖς τὰ ὑποδείγματα, θαῤῥῶμεν καὶ μὴ ἀπογινώσκωμεν. Οὐ γὰρ οὕτω χαίρει καλούμενος ∆εσπότης, ὡς Πατὴρ, οὐδὲ δοῦλον ἔχων, ὡς υἱόν· καὶ μᾶλλον τοῦτο 60.482 βούλεται, ἢ ἐκεῖνο. ∆ιὰ τοῦτο γοῦν καὶ πάντα ἐποίησεν 60.482 ἅπερ ἐποίησε, καὶ οὐδὲ τοῦ Μονογενοῦς αὐτοῦ ἐφείσατο, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μὴ ὡς ∆εσπότην μόνον, ἀλλὰ καὶ ὡς Πατέρα αὐτὸν ἀγαπῶμεν. Κἂν τύχῃ τούτου παρ' ἡμῶν, καθάπερ τις δοξαζόμενος ἐναβρύνεται, καὶ εἰς πάντας αὐτὸ ἐκφέρει, ὁ μηδενὸς δεόμενος τῶν ἡμετέρων. Τοῦτο γοῦν ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, πανταχοῦ λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶἸακώβ. Καίτοι γε τοὺς οἰκέτας ἐχρῆν καλλωπίζεσθαι τούτῳ· νῦν δὲ ὁ ∆εσπότης φαίνεται τοῦτο ποιῶν. ∆ιὰ τοῦτο καὶ Πέτρῳ φησὶ, Φιλεῖς με πλέον τούτων; δεικνὺς, ὅτι οὐδὲν πρὸ τούτου ζητεῖ παρ' ἡμῶν. ∆ιὰ τοῦτο καὶ τὸν Ἀβραὰμ τὸν υἱὸν θῦσαι ἐκέλευσεν, ἵνα δείξῃ πᾶσιν, ὅτι σφόδρα φιλεῖται παρὰ τοῦ πατριάρχου. Τοῦτο δὲ τὸ σφόδρα φιλεῖσθαι ἐθέλειν, ἀπὸ τοῦ σφόδρα φιλεῖν γίνεται. ∆ιὰ τοῦτο καὶ τοῖς ἀποστόλοις ἔλεγεν· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. ʹ. ∆ιὰ τοῦτο, ὃ πάντων ἡμῖν ἐστιν οἰκειότερον ἡ ψυχὴ, καὶ ταύτην δευτέραν κελεύει τίθεσθαι τῆς εἰς αὐτὸν ἀγάπης, ἐπειδὴ μεθ' ὑπερβολῆς ἁπάσης βούλεται φιλεῖσθαι παρ' ἡμῶν. Καὶ γὰρ ἡμεῖς, ὅταν μὲν μὴ σφόδρα περί τινα ὦμεν διακείμενοι, οὐδὲ τῆς παρ' ἐκείνου σφόδρα δεόμεθα φιλίας, κἂν μέγας ᾖ καὶ περιφανής· ὅταν δὲ θερμῶς τινα καὶ γνησίως φιλῶμεν, κἂν εὐτελὴς, κἂν μικρὸς ὁ φιλούμενος, μεγίστην τιθέμεθα δόξαν τὸ παρ' ἐκείνου φίλτρον. ∆ιὸ καὶ αὐτὸς οὐ τὸ φιλεῖσθαι παρ' ἡμῶν μόνον, ἀλλὰ καὶ