1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

85

οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, σύμμετρος καὶ μικρός. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καίτοι πολὺ τῶν δεσποτῶν τὸ μέσον, ἀλλ' ὅμως τὸ ἴσον τῆς δουλείας ἀπαιτῶ μέτρον. Ἔδει μὲν γὰρ καὶ πολλῷ πλέον εἰσενεγκεῖν, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ αὕτη μείζων τῆς δεσποτείας ἐκείνης καὶ ἀμείνων· πλὴν ἀλλ' οὐδὲν πλέον ἀπαιτῶ διὰ τὴν ἀσθένειαν. Καὶ οὐκ εἶπε, Τῆς προαιρέσεως ὑμῶν, οὐδὲ Τῆς προθυμίας, ἀλλὰ, Τῆς σαρκὸς ὑμῶν, ἀνεπαχθέστερον ποιῶν τὸν λόγον. Καίτοι τὸ μὲν ἀκαθαρσία, τὸ δὲ ἁγιασμός· τὸ μὲν ἀνομία, τὸ 60.495 δὲ δικαιοσύνη. Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς μηδὲ τοσαύτην εἰσενεγκεῖν σπουδὴν τῇ τοῦ Χριστοῦ δουλείᾳ, ὅσην τῇ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου; Οὐκοῦν ἄκουσον τῶν ἑξῆς, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲ τὸ μικρὸν τοῦτο εἰσφέρομεν. Ἐπειδὴ γὰρ ἁπλῶς οὕτω λεγόμενον οὐκ ἐδόκει πιστὸν εἶναι οὐδὲ εὐπαράδεκτον, οὐδὲ ἠνείχετό τις ἀκοῦσαι, ὅτι οὐ δουλεύει τοσοῦτον τῷ Χριστῷ, ὅσον ἐδούλευσε τῷ διαβόλῳ, διὰ τῶν ἑξῆς αὐτὸ κατασκευάζει καὶ ποιεῖ πιστὸν, τὴν δουλείαν ἐκείνην ἄγων εἰς μέσον, καὶ λέγων πῶς ἐδούλευσαν. Ὅτε γὰρ ἦτε δοῦλοι, φησὶ, τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτε ἐν πονηρίᾳ ἐζῆτε καὶ ἀσεβείᾳ καὶ ἐσχάτοις κακοῖς, μετὰ τοσαύτης ἐζῆτε τῆς ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν. Τοῦτο γάρ ἐστιν, Ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ· τουτέστιν, Οὐκ ἦτε ὑποτεταγμένοι αὐτῇ, ἀλλ' ἠλλοτριωμένοι καθόλου. Οὐδὲ γὰρ διενέμετε τῆς δουλείας τὸν τρόπον τῇ δικαιοσύνῃ καὶ τῇ ἁμαρτίᾳ, ἀλλ' ὅλους ἑαυτοὺς ἐξεδίδοτε τῇ πονηρίᾳ. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ μετέστητε πρὸς τὴν δικαιοσύνην, ὅλους ἑαυτοὺς ἔκδοτε τῇ ἀρετῇ, μηδὲν καθόλου τῆς κακίας πράττοντες, ἵνα κἂν ἴσον ἐπιδείξητε τὸ μέτρον. Καίτοι γε οὐχὶ τῆς δεσποτείας πολὺ τὸ μέσον μόνον, ἀλλὰ καὶ τῆς δουλείας αὐτῆς πολὺ τὸ διάφορον· ὅπερ καὶ αὐτὸ μετὰ πολλῆς ἀναπλοῖ τῆς σαφηνείας, καὶ δείκνυσιν ἐπὶ τίσι τότε ἐδούλευον, ἐπὶ τίσι δὲ νῦν. Καὶ οὔπω λέγει τὴν βλάβην τὴν ἀπὸ τοῦ πράγματος γινομένην, ἀλλὰ τέως τὴν αἰσχύνην. Τίνα γὰρ, φησὶ, καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τοιαύτη γὰρ ἦν ἡ δουλεία, ὡς καὶ τὴν ἀνάμνησιν αὐτὴν νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ ἀνάμνησις καταισχύνει, πολλῷ μᾶλλον ἡ πρᾶξις. Ὥστε διπλῇ νῦν ἐκερδάνετε, καὶ ἀπαλλαγέντες τῆς αἰσχύνης, καὶ μαθόντες ἐν οἷς ἦτε· ὥσπερ οὖν τότε διπλῇ παρεβλάπτεσθε, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐδὲ εἰδότες αἰσχύνεσθαι, ὅπερ τοῦ προτέρου μεῖζον ἦν· ἀλλ' ὅμως ἐμένετε δουλεύοντες. ∆είξας τοίνυν ἐκ περιουσίας τὴν βλάβην τῶν τότε γενομένων ἀπὸ τῆς αἰσχύνης, καὶ ἐπ' αὐτὸ τὸ πρᾶγμα χωρεῖ. Τί οὖν ἦν τὸ πρᾶγμα; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. Ἐπειδὴ γὰρ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγω· καίτοι γε ἤρκει καὶ τὸ ἔμπροσθεν εἰρημένον. Ἐννόησον γὰρ ὅση τῆς κακίας ἡ ὑπερβολὴ, ὅπου γε καὶ τῆς τιμωρίας ἀπαλλαγέντες, τῆς αἰσχύνης ἀπαλλαγῆναι οὐκ εἶχον. Ποῖον οὖν προσδοκᾷς μισθὸν, φησὶν, ἀπὸ τῆς πράξεως, ὅταν ἀπὸ τῆς μνήμης μόνης, καὶ ταῦτα τῆς τιμωρίας ἀπηλλαγμένος, ἐγκαλύπτῃ καὶ ἐρυθριᾷς, καίτοι γε ἐν τοσαύτῃ ὢν χάριτι; Ἀλλ' οὐ τὰ τοῦ Θεοῦ τοιαῦτα. Νῦν δὲ, φησὶν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Ἐκείνων ὁ καρπὸς αἰσχύνη καὶ μετὰ τὴν ἀπαλλαγὴν, τούτων δὲ ὁ καρπὸς ἁγιασμός· ὅπου δὲ ἁγιασμὸς, παῤῥησία πολλή. Ἐκείνων τὸ τέλος θάνατος, τούτων δὲ ζωὴ αἰώνιος. βʹ. Εἶδες πῶς τὰ μὲν δείκνυσι δεδομένα, τὰ δὲ ἐν ἐλπίσιν ὄντα; Καὶ ἀπὸ τῶν δεδομένων κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασμοῦ τὴν ζωήν. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι πάντα ἐν ἐλπίσι, δείκνυσι καὶ ἤδη σε καρπωσάμενον· πρῶτον τὸ ἀπαλλαγῆναι τῆς πονηρίας καὶ τοιούτων κακῶν, ὧν καὶ ἡ μνήμη αἰσχύνην φέρει· δεύτερον τὸ δουλωθῆναι τῇ δικαιοσύνῃ· τρίτον τὸ ἁγιασμοῦ ἀπολαῦσαι· τέταρτον τὸ καὶ ζωῆς ἐπιτυχεῖν, καὶ ζωῆς οὐ προσκαίρου, ἀλλ' αἰωνίας.