1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

87

κἀκεῖνο γενόμενον τὴν αὐτὴν ἐλευθερίαν παρέχῃ, τί κωλύει χαρίσασθαι τῷ νόμῳ, τοῦ πράγματος μηδὲν παραβλαπτομένου; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ποῦ νῦν εἰσιν οἱ τὸν νόμον διαβάλλοντες; Ἀκουέτωσαν πῶς καὶ εἰς ἀνάγκην ἐμπεσὼν, οὐ καθαιρεῖ αὐτοῦ τὸ ἀξίωμα, ἀλλὰ μεγάλα περὶ τῆς ἐξουσίας αὐτοῦ διαλέγεται, εἴ γε ζῶντος αὐτοῦ, δέδεται ὁ Ἰουδαῖος, καὶ μοιχοὶ χρηματίζουσιν οἱ παραβαίνοντες καὶ ἀφιέντες αὐτὸν ζῶντα· εἰ δὲ τελευτήσαντα εἴασεν, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἐπ' ἀνθρώπων οὐ διαβάλλεται ὁ τοῦτο ποιῶν. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. γʹ. Εἶδες πῶς ἐν τῷ παραδείγματι τὸν νόμον δείκνυσι τετελευτηκότα; Ἀλλ' οὐκ ἐν τῇ ἐπαγωγῇ τοῦτο ποιεῖ. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίζει ἡ γυνή. Ὅρα πῶς ἐνδιατρίβει ταῖς κατηγορίαις τῶν τὸν νόμον παραβαινόντων ζῶντα. Ἐπεὶ δὲ αὐτὸν ἔπαυσε, λοιπὸν μετὰ ἀσφαλείας ἁπάσης αὐτὸν χαρίζεται τῇ πίστει, οὐδὲν παραβλάπτων ἐντεῦθεν. Ζῶντος γὰρ, φησὶ, τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει ἡ γυνὴ, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς. Ἀκόλουθον ἦν εἰπεῖν· Τοῦ νόμου τελευτήσαντος, οὐ κρίνεσθε μοιχείας, ἀνδρὶ γενόμενοι ἑτέρῳ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πῶς; Ἐθανατώθητε τῷ νόμῳ. Εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ τὸν νόμον. Εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ μᾶλλον αὕτη τετελευτηκυῖα ἀπήλλακται τούτου. Εἶδες Παύλου σοφίαν, πῶς τὸν νόμον ἔδειξε τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ; Οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι ἀνδρὶ, τελευτήσαντος τοῦ προτέρου. Πῶς γὰρ, ὅπου γε καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; Ἀλλὰ καὶ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα ἦν μᾶλλον τῶν γυναικῶν· εἰ γὰρ καὶ συγκεχώρητο, ἀλλ' ὅμως οὐκ ἦν αἰτίας ἀπηλλαγμένον. Ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκίμων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά· οὐ γάρ ἐστι γλίσχρος. Τὸ τοίνυν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς ἀποστάντας αὐτοῦ· ὥστε αὐτοῦ βούλημα τὸ γενέσθαι ἡμᾶς τοῦ Χριστοῦ. Καὶ γὰρ καὶ αὐτὸς τέθνηκε, καὶ ἡμεῖς τεθνήκαμεν, καὶ διπλῇ τὰ τῆς ἐξουσίας ἀνῄρηται. Ὁ δὲ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλὰ καὶ τὸν αἴτιον προστίθησιν· οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὸν θάνατον, ἀλλὰ πάλιν τὸν ταῦτα ἐργασάμενον τὸν σταυρὸν εἰσήγαγε, καὶ ταύτῃ ποιῶν ἡμᾶς ὑπευθύνους. Οὐ γὰρ ἁπλῶς, Ἀπηλλάγητε, φησὶν, ἀλλὰ, ∆ιὰ τοῦ θανάτου τοῦ ∆εσποτικοῦ. Ἐθανατώθητε γὰρ, φησὶ, τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. 60.498 Οὐκ ἐντεῦθεν δὲ προτρέπει μόνον, ἀλλὰ καὶ ἐκ τῆς ὑπεροχῆς τοῦ δευτέρου ἀνδρός· διὸ καὶ ἐπήγαγεν· Εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι. Εἶτα, ἵνα μὴ λέγωσι, Τί οὖν, ἂν μὴ βουλώμεθα δευτέρῳ ὁμιλῆσαι ἀνδρί; ὁ γὰρ νόμος τὴν χηρεύσασαν οὐ ποιεῖ μὲν εἶναι μοιχαλίδα δευτέροις ὁμιλήσασαν γάμοις, οὐ μὴν ἀναγκάζει ὁμιλῆσαι· ἵν' οὖν μὴ τοῦτο λέγωσι, δείκνυσιν ὅτι καὶ ἐκ τῶν ὑπηργμένων ἤδη ἡμῖν βουληθῆναι δεῖ· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον τίθησι, λέγων· Οὐκ ἐστὲ ἑαυτῶν· καὶ, Τιμῆς ἠγοράσθητε· καὶ, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· καὶ πάλιν, Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι. Τοῦτο γοῦν καὶ ἐνταῦθα ᾐνίξατο εἰπών· ∆ιὰ τοῦ σώματος. Εἶτα καὶ προτρέπει ταῖς κρείττοσιν ἐλπίσι, λέγων· Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Τότε μὲν γὰρ ἐκαρποφορεῖτε τῷ θανάτῳ, φησὶ, νῦν δὲ τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Εἶδες τοῦ προτέρου ἀνδρὸς τὸ κέρδος; Καὶ οὐκ εἶπεν, Ὅτε ἦμεν ἐν τῷ νόμῳ, πανταχοῦ φειδόμενος δοῦναι αἱρετικοῖς λαβήν· ἀλλ', Ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τουτέστι, ταῖς πονηραῖς πράξεσι, τῷ σαρκικῷ βίῳ. Οὐ γὰρ τοῦτό φησιν, ὅτι πρὸ τούτου μὲν ἐν σαρκὶ ἦσαν, νυνὶ δὲ ἀσώματοι γενόμενοι περιῄεσαν. Τοῦτο δὲ εἰπὼν, οὔτε αἴτιον εἶναί φησιν ἁμαρτημάτων τὸν νόμον, οὔτε ἀπαλλάττει αὐτὸν ἀπεχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχε πικροῦ, ἀπογυμνῶν τὰ ἁμαρτήματα· ὁ γὰρ