1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

110

τοῦ προτέρου μείζων ὁ στέφανος. ∆ιὸ οὐδὲ ἁπλῶς εἶπεν, Ὅσοι γὰρ Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, δεικνὺς ὅτι οὕτω βούλεται αὐτὸ κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. Καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. Οὐδὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῇ τοῦ Πνεύματος ἔθηκε δυνάμει. Ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ λουτροῦ θαῤῥήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι μετὰ ταῦτα ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται· τουτέστιν, Ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Εἶτα ἐπειδὴ τοῦτο τὸ ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον· Ἐγὼ γὰρ εἶπον, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ πάλιν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ, Πρωτότοκός μου Ἰσραήλ· καὶ ὁ Παῦλος δέ φησιν, Ὧν ἡ υἱοθεσία· κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. Εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτὰ, φησὶν, ἀλλ' οὐ τὰ πράγματα τὰ αὐτά. Καὶ σαφῆ παρέχει τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων, καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσαγαγών· καὶ πρότερον δείκνυσι τίνα ἦν τὰ ἐκείνοις δεδομένα. Τίνα οὖν ταῦτα; Πνεῦμα δουλείας· διὸ καὶ ἐπήγαγε 60.526 λέγων· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον. Εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι, πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας, δι' οὗ κἀκεῖνο συνήγετο, εἰπών· Ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Ἀλλὰ τοῦτο μὲν δῆλον· τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. Οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον· οὐδὲ γὰρ ἀσαφὲς μόνον, ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. Πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος· τί οὖν ἐνταῦθά φησι; Τὰ γράμματα οὕτως ἐκάλεσεν, ἐπειδὴ πνευματικὰ ἦν, ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν, καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας καὶ τὸ μάννα· Πάντες γὰρ, φησὶ, τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Καὶ τὴν πέτραν δὲ οὕτως ὀνομάζει, λέγων· Ἔπινον δὲ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἐπειδὴ γὰρ ὑπὲρ φύσιν ἦν πάντα τὰ τελούμενα, πνευματικὰ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ Πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε. Καὶ πῶς τὰ γράμματα ἐκεῖνα δουλείας ἦν γράμματα; Παράγαγε πᾶσαν τὴν πολιτείαν, καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. Καὶ γὰρ αἱ τιμωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ μισθὸς εὐθέως εἵπετο, σύμμετρός τε ὢν καὶ ὥσπερ σιτηρέσιόν τι καθημερινὸν διδόμενον οἰκέταις, καὶ πολὺς πανταχόθεν ὁ φόβος πρὸ τῆς ὄψεως ἀκμάζων, καὶ περὶ τὰ σώματα οἱ καθαρμοὶ, καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. Παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται. Οὐ γὰρ λέγει, Μὴ φονεύσῃς, μόνον, ἀλλὰ, Μηδὲ ὀργισθῇς· οὐδὲ, Μὴ μοιχεύσῃς, ἀλλὰ, Μηδὲ ἴδῃς ἀκολάστως· ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τό τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι καὶ τὰ ἄλλα τὰ κατορθούμενα ᾖ. Οὐδὲ ἐπαγγέλλεται γῆν ῥέουσαν μέλι καὶ γάλα, ἀλλὰ τῷ Μονογενεῖ συγκληρονόμον ποιεῖ, τῶν παρόντων ἡμᾶς διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖνα μάλιστα ἐπαγγελλόμενος διδόναι, ἃ τοῖς γενομένοις υἱοῖς Θεοῦ πρέπει λαμβάνειν· αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα. Ὥστε ἐκεῖνοι μὲν εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλ' ὡς δοῦλοι· ἡμεῖς δὲ ὡς ἐλεύθεροι γενόμενοι, τὴν υἱοθεσίαν ἐλάβομεν καὶ τὸν οὐρανὸν ἀναμένομεν· κἀκείνοις μὲν δι' ἑτέρων διελέγετο, ἡμῖν δὲ δι' ἑαυτοῦ· κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον ἀγόμενοι, οἱ δὲ πνευματικοὶ ἐπιθυμίᾳ καὶ πόθῳ· καὶ τοῦτο δηλοῦσι τῷ καὶ ὑπερβαίνειν τὰ ἐπιτάγματα. Ἐκεῖνοι ὡς μισθωτοὶ καὶ ἀγνώμονες, οὐδέποτε γοῦν διέλειπον γογγύζοντες· οὗτοι δὲ εἰς ἀρέσκειαν τοῦ Πατρός· καὶ οἱ μὲν εὐεργετούμενοι ἐβλασφήμουν· ἡμεῖς δὲ κινδυνεύοντες εὐχαριστοῦμεν. Κἂν