1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

136

τὸ πᾶν ἔῤῥιψεν, ᾗτινι μαχέσασθαι οὐδεὶς ἂν ἐτόλμησεν, οὐδὲ εἰ σφόδρα μαινόμενος ἦν. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· καὶ δείκνυσιν, ὅτι ἡ κατὰ σάρκα εὐγένεια οὐδὲν ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν, ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι· ἵνα φανῇ, φησὶ, τοῦ Θεοῦ ἡ ἐκλογὴ ἡ κατὰ πρόθεσιν καὶ πρόγνωσιν γενομένη· ἐκ πρώτης γὰρ ἡμέρας καὶ τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον καὶ οἶδε καὶ ἐκήρυξε. Μὴ τοίνυν μοι λέγε, ὅτι νόμον, φησὶν, ἀνέγνως καὶ προφήτας, καὶ τοσοῦτον ἐδούλευσας χρόνον. Ὁ γὰρ εἰδὼς ψυχὴν καὶ δοκιμάζειν, οὗτος οἶδε καὶ τίς ἄξιός ἐστι σωθῆναι. Παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς· καὶ γὰρ μόνος αὐτὸς οἶδεν ἀκριβῶς στεφανοῦν. Πόσοι γοῦν τοῦ Ματθαίου βελτίους εἶναι ἐδόκουν κατὰ τὴν τῶν ἔργων ἐπίδειξιν τὴν φαινομένην; Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ διανοίας ἐπιτηδειότητα δοκιμάσαι δυνάμενος, καὶ ἐν τῷ βορβόρῳ τὸν μαργαρίτην κείμενον ἔγνω, καὶ τοὺς ἄλλους παραδραμὼν, καὶ τούτου τὴν εὐμορφίαν θαυμάσας, αὐτὸν ἐξελέξατο, καὶ τῇ τῆς προαιρέσεως εὐγενείᾳ τὴν παρ' ἑαυτοῦ προσθεὶς χάριν, δόκιμον αὐτὸν ἀπέφηνεν. Εἰ γὰρ ἐπὶ τῶν τεχνῶν τούτων τῶν ἐπικήρων, καὶ τῶν ἄλλων ἁπάντων πραγμάτων, οἱ δεινοὶ κρίνειν οὐκ ἀφ' ὧν οἱ ἰδιῶται ψηφίζονται, ἀπὸ τούτων ἐκλέγονται τὰ προκείμενα, ἀλλ' ἀφ' ὧν ἴσασιν αὐτοὶ σαφῶς, καὶ τὸ μὲν παρὰ τοῖς ἰδιώταις δοκιμασθὲν πολλάκις ἠτίμασαν, τὸ δὲ ἀτιμασθὲν ἐνέκριναν· καὶ πωλοδάμναι πολλάκις ἐπὶ τῶν ἵππων τοῦτο ἐποίησαν, καὶ οἱ τῶν τιμίων λίθων κριταὶ, καὶ οἱ τῶν ἄλλων δὲ τεχνῶν δημιουργοί· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος Θεὸς, ἡ ἄπειρος σοφία, ὁ μόνος πάντα εἰδὼς σαφῶς, οὐκ ἀνέξεται τῆς τῶν ἀνθρώπων ὑπονοίας, ἀλλ' ἀπὸ τῆς οἰκείας σοφίας τῆς ἀκριβοῦς καὶ ἀδιαπτώτου τὴν περὶ πάντων οἴσει ψῆφον. ∆ιά τοι τοῦτο καὶ τελώνην ἐξελέξατο καὶ λῃστὴν καὶ πόρνην· ἱερέας δὲ καὶ πρεσβυτέρους καὶ ἄρχοντας ἠτίμησε καὶ ἐξέβαλε. ζʹ. Τοῦτο καὶ ἐπὶ τῶν μαρτύρων συμβαῖνον ἴδοι τις ἄν. Πολλοὶ γοῦν τῶν σφόδρα ἀπεῤῥιμμένων ἐν καιρῷ τῶν ἀγώνων ἐστεφανώθησαν· καὶ τοὐναντίον, μεγάλοι παρὰ πολλοῖς νομισθέντες εἶναί τινες, ὑπεσκελίσθησαν καὶ κατέπεσον. Μὴ τοίνυν εὐθύνας ἀπαίτει τὸν ∆ημιουργὸν, μηδὲ λέγε· ∆ιὰ τί ὁ μὲν ἐστεφανώθη, ὁ δὲ ἐκολάσθη; Οἶδε γὰρ μετὰ ἀκριβείας ταῦτα ποιεῖν· διὸ καὶ ἔλεγε· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ὅτι γὰρ δικαίως, σὺ μὲν ἀπὸ τοῦ τέλους ἔγνως, αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. Οὐδὲ γὰρ ἔργων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν καὶ γνώμην εὐγνώμονα. Ὁ γὰρ τοιοῦτος, κἂν ὑπὸ περιστάσεώς τινός ποτε ἁμάρτῃ, ταχέως ἑαυτὸν ἀναστήσεται· κἂν ἐν κακίᾳ διατρίβων τύχῃ, οὐ περιοφθήσεται, ἀλλὰ ταχέως αὐτὸν ἀνιμήσεται ὁ πάντα εἰδὼς Θεός· ὥσπερ ὁ ταυτὶ διεφθαρμένος, κἂν ἀγαθόν τι δόξῃ ποιεῖν, ἀπολεῖται μετὰ πονηρᾶς τοῦτο ἐργαζόμενος γνώμης· ἐπεὶ καὶ ὁ ∆αυῒδ, καὶ φονεύσας, καὶ μοιχεύσας, ἐπειδὴ ἀπὸ περι 60.558 στάσεώς τινος συναρπαγεὶς, οὐκ ἀπὸ μελέτης τῆς κατὰ τὴν πονηρίαν ταῦτα εἰργάσατο, ταχέως αὐτὰ ἀπενίψατο· ὁ μέντοι Φαρισαῖος, οὐδὲν τούτων τολμήσας, ἀλλὰ καὶ ἐν ἄλλοις κομῶν ἀγαθοῖς, τῇ πονηρᾷ προαιρέσει πάντα ἀπώλεσε. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Οὐκοῦν οὐδὲ ἐφ' ἡμῶν καὶ τῶν Ἰουδαίων. Εἶτα ἐπάγει ἕτερον τούτου ἀσαφέστερον. Καὶ ποῖον; Τῷ γὰρ Μωϋσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν διὰ μέσου διακόπτων αὐτὴν, καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. Εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι πρὸ τῆς ὠδῖνος. Τί οὖν; μὴ ἄδικος ὁ Θεός; Οὐδαμῶς. Οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς· ἐκεῖ μὲν γὰρ κἂν ἡ ἀρετὴ, κἂν ἡ κακία διέκρινεν· ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα